Άρατος: Προΐμιο των Φαινομένων

Προΐμιο των Φαινομένων του Αράτου

Δέσποινα Γιαννακοπούλου
Άρατος: Προΐμιο των Φαινομένων

Το παρόν κείμενο είναι το προΐμιο των Φαινομένων και αναφέρεται στον κόσμο, τους κύκλους και τις διαφορές μεταξύ ζωδίων και αστερισμών.

Vitae Arati et Varia de Arato, Prooemium in Arati phaenomena. {4161.013}

(1.) Τὴν μὲν δεῖξιν τῶν φαινο-

μένων δέον ποιεῖσθαι πρὸς τῶι

νότωι ἀντίας ἔχοντα τὰς Ἄρκ-

τους, δεξιὰς τὰς ἀνατολάς, εὐω-

νύμους δὲ τὰς δύσεις. ἡ δὲ (5)

φυσικὴ θέσις τῆς σφαίρας τοῦ

κόσμου ἐστὶ τοιαύτη, ὥστε ἔχειν

μεσουρανοῦντα Καρκίνον ἐπὶ

τοῦ θερινοῦ τροπικοῦ, ἀνατολι-

κὰς Χηλὰς ἐπὶ τοῦ ἰσημερινοῦ, (10)

δυτικὸν Κριόν, Δράκοντος κεφα-

λὴν πρὸς τῶι ὁρίζοντι. περι-

έχεται δὲ ὑπὸ τοῦ ὁρίζοντος.

(2.) Περὶ τῆς τῶν φαινο- (t1)

μένων θέσεως. (t2)

Ἡ δὲ κατὰ τὴν ἐξήγησιν θέσις (1)

τῶν Ἀράτου Φαινομένων ἐστὶ

τοιαύτη, ὥστ’ ἔχειν μεσουρα-

νοῦντα Αἰγόκερων ἐπὶ τοῦ χει-

μερινοῦ τροπικοῦ, ἀνατολικὸν (5)

Κριὸν ἐπὶ τοῦ ἰσημερινοῦ, δυτι-

κὰς Χηλάς, Δράκοντος κεφαλὴν

ἄνω πρὸς τῶι ὁρίζοντι, ὅπου

μίσγονται δύσιές τε καὶ ἀντολαὶ

ἀλλήληισιν (Aratus v. 62). ἔχει (10)

δὲ καὶ πόλους δύο, ἀρκτικόν,

ὅλον τοῦτον μετέωρον, τὸν καὶ

βόρειον λεγόμενον, ἀνταρκτικὸν

δὲ ἐν τῶι ἀφανεῖ, τὸν καὶ νό-

τιον λεγόμενον. (15)

(3.) Περὶ κύκλων (t)

Ἔχει δὲ κύκλους μεγάλους τέσ- (1)

σαρας χωρὶς τοῦ ὁρίζοντος, ἐπεὶ

προείρηται μὲν ἔχων μεσημβρι-

νὸν ἰσημερινὸν ζωιδιακὸν γα-

λαξίαν, ἐλαχίστους δὲ τέσσαρας, (5)

ἀρκτικόν, ὅλον μετέωρον, ἐφ’ ὧι

κατεστήρικται ζώιδια τέσσαρα,

Ἄρκτοι δύο Κηφεὺς ἀπὸ τῶν

στηθῶν Δράκων, θερινὸν τρο-

πικὸν πλεῖον ἔχοντα τὸ ὑπὲρ γῆν, (10)

ἧσσον δὲ τὸ ὑπὸ γῆν, ἐφ’ ὧι

κατεστήρικται ζώιδια ηʹ, Βοώ-

της Στέφανος Ἐνγούνασιν Λύρα

Κασσιέπεια Ἡνίοχος Ὄρνις Περ-

σεύς. (15)

ὁ δὲ χειμερινὸς τροπικὸς πλεῖον

ἔχει τὸ ὑπὸ γῆν, ἧσσον δὲ τὸ

ὑπὲρ γῆν, ἐφ’ ὧι κατεστήρικται

ζώιδια ϛʹ, Ἠριδανὸς Ἀργὼ Κέν-

ταυρος, ἐφ’ ὧι Θηρίον, Θυτήριον (20)

Ἰχθὺς μέγας νότιος ἀφανής.

ὁ δὲ ἰσημερινὸς κύκλος ἴσον

ἔχει τὸ ὑπὲρ γῆν καὶ τὸ ὑπὸ

γῆν, ἐφ’ ὧι κατηστέρισται ζώι-

δια ιβʹ, Ἵππος Ὀφιοῦχος, ἐφ’ (25)

ὧι Ὄφις, Ὕδρος, ἐφ’ ὧι κατ-

ηστέρισται Κρατήρ, Κόραξ Προ-

κύων Ἀετὸς Δελφὶς Ὠρίων

Ὀιστὸς Δελτωτὸν Ἀνδρομέδα

Λαγωὸς Κῆτος Κύων, ὥστ’ εἶναι (30)

τὰ πάντα ζώιδια λʹ τὸν ἀριθμὸν

χωρὶς τῶν ἐπισήμων ἐν αὐτοῖς

ἀστέρων κατηστερισμένων ηʹ,

οἷον ἐπὶ τοῦ Βοώτου Ἀρκτοῦ-

ρος, ἐπὶ τοῦ Ἡνιόχου Αἴξ τε (35)

καὶ Ἔριφοι, ἐπὶ τοῦ Ταύρου

Πλειάδες Ὑάδες, ἐπὶ τῆς Παρ-

θένου Στάχυς Προτρυγητήρ, ἐπὶ

τοῦ Κυνὸς Σείριος, καὶ εἴ τινα

τούτοις ὅμοια. (40)

ὁ δὲ ζωιδιακὸς κύκλος ἔχει

ζώιδια ιβʹ, Καρκίνον Λέοντα

Παρθένον Χηλάς, ὅ ἐστι Ζυγός,

Σκορπίον Τοξότην Αἰγόκερων

Ὑδροχόον Ἰχθύας Κριὸν Ταῦρον (45)

Διδύμους, ὥστε εἶναι τὰ πάντα

ζώιδια μβʹ.

εἰσὶ δὲ καὶ πλάνητες ἀστέρες

χωρὶς ἡλίου τε καὶ σελήνης εʹ,

Κρόνος Ζεὺς Ἄρης Ἀφροδίτη (50)

Ἑρμῆς.

(4.) Τὴν δὲ τῶν φαινομένων

ἐξήγησιν πεποίηται Ἄρατος ἀρ-

ξάμενος ἀπὸ τῶν Ἄρκτων καὶ

περιλαβὼν πάντα τὰ βόρεια κυ-

κλόθεν μέχρι τοῦ ζωιδιακοῦ, (5)

εἶτα μεταβὰς καὶ ἀρξάμενος ἀπὸ

τοῦ Ὠρίωνος, ἐπεὶ λαμπρός

ἐστιν. τὰ δ’ ἀπὸ τοῦ ζωιδιακοῦ

νότια πάντα καταλέγεται μέχρι

τοῦ ἀνταρκτικοῦ, εἶθ’ οὕτως (10)

μέτεισιν ἐπὶ τὰ ἑξῆς.

τούτων οὕτως ἐχόντων λοιπὸν

μεταβατέον ἐπὶ τοὺς τέμνοντας

κύκλους καὶ τὰ τεμνόμενα ὑπ’

αὐτῶν ζώιδια, ὁμοίως δὲ ἐπί τε(15)

τὰς συνανατολὰς καὶ τὰς συγ-

καταδύσεις αὐτῶν, ὅπως μηδὲν

ὑπολίπωμεν τῶν πρὸς τὸν κατα-

στερισμόν. πλὴν νοητέον τοῦθ’,

ὅτι κατὰ πλάτος ὁ Ἄρατος τὸν (20)

περὶ αὐτῶν λόγον πεποίηται διὰ

τοῦ ποιήματος μὴ πάντα ἀκρι-

βῶς καταλεξάμενος, ἀλλά τινα

παραλιπών, ἅπερ ἐπὶ τῆς σφαί-

ρας θεωρεῖται. ἐγὼ δὲ τὰ παρα- (25)

λελειμμένα ὑπ’ αὐτοῦ προσαπο-

δώσω, ὅπως μηδὲν ἐλλείπηι τῶν

πρὸς τὴν θεωρίαν.

(5.) Περὶ τῶν ἀνατολῶν (t1)

καὶ δύσεων. (t2)

Ἐγένοντο δὲ τρισσαὶ στάσεις (1)

περὶ <συν>ανατολῶν καὶ συγκατα-

δύσεων· οἳ μὲν γὰρ ἔφασαν τὴν

πραγματείαν εἶναι τῶι Ἀράτωι

ἄρχοντος ἀνατέλλειν τοῦ ζωιδια- (5)

κοῦ, οἳ δὲ μεσοῦντος, οἳ δὲ ἀπὸ

τῆς ὅλης ἀνατολῆς. τοῦτο δὲ

οὐχ ἕστηκεν· ἀπὸ γὰρ ἀρχῆς ἕως

τελευτῆς τοῦ ζωιδιακοῦ κύκλου

ἔρχεται ἐπὶ τὰς συνανατολάς τε (10)

καὶ συγκαταδύσεις, ὃν τρόπον

ἔστιν ἐπὶ τῆς σφαίρας θεά-

σασθαι.

(6.) ὁ μὲν οὖν ἀρκτικὸς κύκλος

τέμνει [ζώιδια δύο] Βοώτου μέ-

σον ἀγκῶνα καὶ Κηφέως στήθη.

οὐκ εἴρηκε δὲ περὶ τούτου

Ἄρατος. (5)

ὁ δὲ θερινὸς τροπικὸς τέμνει

[ζώιδια ιʹ] Ἡνιόχου γόνατα Ὀφι-

ούχου ὤμους Ὄφεως τράχηλον

Ὄρνιθος κεφαλὴν καὶ τὸ ὑπαυχέ-

νιον Ἵππου ὁπλὰς Περσέως (10)

ὦμον ἀριστερὸν καὶ κνήμην ἀρι-

στερὰν Ἀνδρομέδας χεῖρα δεξιὰν

Διδύμων κεφαλὰς Καρκίνον μέ-

σον Λέοντα παράμεσον Πρό-

κυνος ... ὅλος Λαγωὸς παρ- (15)

εῖνται (Aratus v. 480—500).

[Ὀφιούχου ὤμους τράχηλον Ὄ-

φεως.]

ὁ δὲ ἰσημερινὸς κύκλος τέμνει

[ζώδια ιεʹ] Ἵππου κεφαλὴν καὶ (20)

τράχηλον Ὀφιούχου γόνατα

Ὕδρου τράχηλον Κρατῆρα Κό-

ρακα Ὠρίωνα μέσον ἀριστερὸν

[Ἰχθύος οὐρὰν] Κριὸν μέσον Ταύ-

ρου γόνατα [Παρθένου πόδα] (25)

Χηλὰς μέσας [Σκορπίου μέρος].

.... παρεῖται Προκύων ....

(Aratus 516—524).

ὁ δὲ χειμερινὸς κύκλος τέμνει

[ζώιδια ιʹ· Ἠριδανὸν ποταμὸν] (30)

Ἀργοῦς νηὸς πρύμναν Κενταύρου

μετάφρενον Κυνὸς μεγάλου ὀπι-

σθίους πόδας Κήτους οὐρὰν

Λαγωοῦ μέσον Σκορπίου κέντρον

Τοξότου τόξον Αἰγόκερω μέσον (35)

Ὑδροχόου πόδας (Aratus 501-

510) [ὥστε εἶναι τοὺς τέμνοντας

κύκλους δʹ, τὰ δὲ τεμνόμενα ὑπ’

αὐτῶν ζώιδια τριάκοντα καὶ

ἑπτά]. (40)

(6bis.) Ποῖα τῶν ζωιδίων (t1)

συνανατέλλουσι καὶ συγ- (t2)

καταδύνουσι τοῖς ἐν τῶι (t3)

ζωιδιακῶι ιβʹ ζωιδίοις. (t4)

Συνανατέλλουσι δὲ καὶ συγ- (1)

καταδύνουσι τοῖς ἐν τῶι ζωιδια-

κῶι ιβʹ ζωιδίοις τὰ φαινόμενα

οὕτως·

Καρκίνου ἀνατέλλοντος ἀνα- (5)

τέλλει ὅλος Ὠρίων καὶ ποταμὸς

Ἠριδανός, δύνει δὲ Στέφανος

Ἰχθύος τὸ ἥμισυ ἕως ἐπὶ ῥάχιν

Ὀφιοῦχος ἕως ὤμων Ὄφις ἕως

τραχήλου Ἀρκτοφύλαξ παρ’ ὀλί- (10)

γον ... (Aratus v. 569—589).

Λέοντος ἀνατέλλοντος ἀνα-

τέλλει Προκύων ὅλος Λαγωὸς

Ὕδρου κεφαλὴ Κυνὸς ἐμπρό-

σθιοι πόδες, δύνει δὲ τὰ λοιπὰ (15)

τῶν σὺν Καρκίνωι προκαταδεδυ-

κότων Βοώτου τὸ λοιπὸν Στέ-

φανος Ὀφιοῦχος καὶ Ὄφις αὐτοῦ

Ἰχθύες Ἀετὸς Κῆτος Ἐν γόνα-

σιν ὅλος πλὴν κνήμης ἀριστερᾶς (20)

ἕως γόνατος (Aratus v. 590—595).

Παρθένου ἀνατελλούσης ἀνα-

τέλλει Ὕδρος ἕως τοῦ Κρατῆ-

ρος Κυνὸς μεγάλου ὀπίσθιοι

πόδες Ἀργοῦς τρόπεως πρύμνα, (25)

δύνει δὲ Λύρα Δελφὶς Ὀιστὸς

Ὄρνις ἕως οὐρᾶς ποταμοῦ

Ἠριδανοῦ πρῶτα μέρη Ἵππου

κεφαλὴ καὶ αὐχήν (Aratus v. 596

—606). (30)

Χηλῶν ἀνατελλουσῶν ἀνα-

τέλλει Βοώτης ὅλος Ἀργὼ ναῦς

ὅλη Ὕδρος [Κρατὴρ Κόραξ]

δεξιὰ κνήμη τοῦ Ἐν γόνασιν ἕως

γόνατος ἥμισυ Στεφάνου ἄκρον (35)

τῆς οὐρᾶς τοῦ Κενταύρου (παρ-

εῖται Κρατὴρ Κόραξ), δύνει δὲ

Ἵππου τὸ λοιπὸν Ὄρνιθος με-

γάλου οὐρὰ Ἀνδρομέδας κεφαλὴ

καὶ Κῆτος ἕως λοφιᾶς Κηφέως (40)

κεφαλὴ καὶ ὦμοι καὶ χεῖρες

(Aratus v. 607—633).

Σκορπίου ἀνατέλλοντος ἀνα-

τέλλει Στεφάνου τὸ λοιπὸν ἥμισυ

Ὕδρου οὐρὰ Κενταύρου σῶμα (45)

καὶ κεφαλὴ καὶ τὸ Θηρίον ὃ ἔχει

ἐν τῆι δεξιᾶι χειρὶ Ὀφιούχου

κεφαλή τε καὶ χεὶρ καὶ Ὄφεως

κεφαλὴ καὶ πρώτη καμπὴ ὁ Ἐν

γόνασιν ὅλος πλὴν κεφαλῆς καὶ (50)

ἀριστερᾶς χειρός, δύνει δὲ ὅλος

Ποταμὸς Ὠρίων παρ’ ὀλίγον

Κήτους λοφιὰ Ἀνδρομέδα [Δελ-

τωτὸν] Κασσιέπεια Κηφεὺς ἀπὸ

κεφαλῆς ἕως ὀσφύος. παρεῖται (55)

Δελτωτόν (Aratus v. 634—664).

Τοξότου ἀνατέλλοντος ἀνα-

τέλλει Ὀφιούχου σῶμα Ὄφεως

τὸ λοιπὸν τοῦ Ἐν γόνασι κεφαλὴ

καὶ ἀριστερὰ χεὶρ Λύρα Κηφεύς, (60)

δύνει δὲ Κύων ὅλος Ὠρίων Λα-

γωὸς Ἡνίοχος πλὴν κνήμης ἀρι-

στερᾶς καὶ τῆς χειρὸς ἐφ’ ἧς

εἰσιν Αἲξ Ἔριφοι Περσεὺς πλὴν

τοῦ δεξιοῦ ποδὸς Ἀργοῦς πρύμνα (65)

(Aratus v. 665—682. 684—688).

Αἰγόκερω ἀνατέλλοντος ἀνα-

τέλλει Ἀετὸς ὅλος Ὀιστὸς Θυ-

τήριον Δελφὶς Ὄρνις, δύνει δὲ

Ἡνιόχου τὰ λοιπὰ κεφαλὴ καὶ (70)

χεὶρ ἀριστερὰ ἐφ’ ἧι Αἲξ Ἔρι-

φοι Ἀργὼ ὅλη Προκύων Ὕδρος

ἕως Κρατῆρος Κενταύρου ὀπί-

σθιοι πόδες (Aratus v. 683, 4.

689—692). (75)

Ὑδροχόου ἀνατέλλοντος ἀνα-

τέλλει Ἵππου κεφαλὴ καὶ πόδες

ἐμπρόσθιοι (Κασσιέπεια παρεῖ-

ται), δύνει δὲ Κενταύρου ὀπί-

σθια Ὕδρος [τε καὶ Κρατὴρ] (80)

ἕως Κόρακος. παρεῖται Κρατήρ

(Aratus v. 693—698).

Ἰχθύων ἀνατελλόντων ἀνα-

τέλλει νότιος Ἰχθὺς οὐχ ὅλος

Ἀνδρομέδας δεξιὸν μέρος, δύνει (85)

δὲ ὅλος Κένταυρος Ὕδρος [Κό-

ραξ] Κρατήρ. παρεῖται Κόραξ

(Aratus v. 699—708).

Κριοῦ ἀνατέλλοντος ἀνατέλ-

λει κεφαλὴ καὶ ὦμοι Περσέως (90)

Ἀνδρομέδας ἀριστερὸν μέρος

(Δελτωτὸν παρεῖται), δύνει δὲ

Θυτήριον [Ἀρκτοφύλαξ] (Aratus

  1. 708—713).

Ταύρου ἀνατέλλοντος ἀνατέλ- (95)

λει Περσεὺς ὅλος Ἡνιόχου ποδὸς

ἀριστεροῦ ἄκρον καὶ ἀριστερὰ

χεὶρ ἐφ’ ἧι εἰσιν Αἲξ Ἔριφοι

Κήτους λοφιὰ καὶ οὐρά, δύνει

δὲ Ἀρκτοφύλαξ σὺν τῆι αʹ μοίραι (100)

[τοῦ Κριοῦ] (Aratus v. 713—724).

Διδύμων ἀνατελλόντων ἀνα-

τέλλει ποταμὸς Ἠριδανὸς Κῆτος

Ὠρίων, δύνει δὲ Ὀφιοῦχος ἕως

γονάτων (Aratus v. 725—731). (105)

ἃ μὲν οὖν ἐχρῆν περὶ τῆς

σφαίρας εἰπεῖν ὡς πρὸς εἰσ-

αγωγήν, σχεδὸν ταῦτ’ ἐστίν.

(6a.) (cf c. 19) Ἀκολούθως δὲ καὶ

ἡ γῆ ἐστι σφαιροειδὴς ἔχουσα

μέσον ἄξονα διήκοντα, ὃς κρατεῖ

αὐτὴν ἀκίνητον ἔχων τὰ πέρατα

ἐνηρεισμένα ἔν τε τῶι βορείωι (5)

πόλωι καὶ τῶι νοτίωι.

ἔχει δὲ ζώνας εʹ· βόρειον ὅλην

μετέωρον ἀοίκητον κατεψυγμέ-

νην, Κρόνου· θερινὴν πλέον

ἔχουσαν τὸ ὑπὲρ γῆν, ἧσσον δὲ (10)

τὸ ὑπὸ γῆν, κυκλόθεν οἰκησίμην

εὔκρατον, Διός· ἰσημερινὴν ἴσον

ἔχουσαν τὸ ὑπὸ γῆν, ἴσον δὲ τὸ

ὑπὲρ γῆν, διακεκαυμένην, Ἄρεος·

χειμερινὴν πλέον ἔχουσαν τὸ ὑπὸ (15)

γῆν, ἧσσον δὲ τὸ ὑπὲρ γῆν,

κυκλόθεν ὠικισμένην εὔκρατον,

Ἀφροδίτης· νότιον ἀφανῆ κατ-

εψυγμένην ἀοίκητον, Ἑρμοῦ.

οἱ μὲν οὖν ἐπὶ τοῦ αὐτοῦ ἡμι- (20)

σφαιρίου οἰκοῦντες βόρειοι καὶ

νότιοι ἑαυτοῖς εἰσιν ἀντίχθονες,

οἱ δὲ ἐφ’ ἑκατέρων τῶν ἡμι-

σφαιρίων οἰκοῦντες ὑπέργειοι

καὶ ὑπόγειοι ἑαυτοῖς εἰσιν ἀντί- (25)

ποδες.

ἡ μὲν οὖν ἀρκτικὴ ζώνη ἔχει

ἑξηκοστὰ ϛʹ, ἡ δὲ θερινὴ εʹ, ἡ δὲ

ἰσημερινὴ ηʹ ἐξ ἑκατέρου μέρους

τοῦ ἰσημερινοῦ ἑξηκοστὰ δʹ (οὗ- (30)

τος γὰρ μέσην αὐτὴν τέμνει κατὰ

τὴν ὅλην σφαῖραν), ἡ δὲ χειμε-

ρινὴ ἑξηκοστὰ εʹ, ἡ ἀνταρκτικὴ

ἑξηκοστὰ ϛʹ, ὥστε εἶναι τῆς

γῆς τὸ ὑπέργειον ἑξηκοστῶν λʹ, (35)

ὁμοίως δὲ καὶ τὸ ὑπὸ γῆν ἑξη-

κοστῶν λʹ. γίνεσθαι οὖν ὅλην

τὴν γῆν ἑξηκοστῶν ξʹ. δύναται

δὲ ἔχειν τὸ ἑξηκοστὸν σταδίους

͵δςʹ. συνάγονται οὖν ἐπὶ τὸ αὐτὸ (40)

γῆς ὅλης σταδίων μυριάδες κεʹ

καὶ βʹ. καὶ τάδ’ ὡς λόγος ἐκ

πατέρων ὄρωρε κατὰ τὸν Ἀλ-

καῖον (fr 71 B.) καὶ οὕτως ἔχοντα

τυγχάνει. (45)

(7.) Τὰ μὲν οὖν ὑπεσχημένα μοι

περὶ τῆς τῶν φαινομένων εἰσα-

γωγῆς ταῦτ’ ἔστιν. εἰ δὲ προσ-

πέσοι τὸ συνταξίδιον, καὶ τὸν

ἑξῆς τοῦ ποιήματος προσαπο- (5)

δώσω λόγον, ὡς ἔφην, κατὰ τὸν

τοῦ ποιητοῦ θεμέλιον, ὅπως μη-

θέν σε λανθάνηι τῶν παρ’ αὐ-

τῶι εἰρημένων.

(8.) Περὶ μεταρσίων. (t)

Γίνονται οὖν (φησίν) ἀναθυμιάσεις ἐκ τῶν ὑδάτων τῆς γῆς, (1)

ἣ μὲν ὑγρὰ καὶ ἀτμώδης, ἣ δὲ ξηρὰ καὶ καπνώδης. καὶ ἡ

πλεονάζουσα ὑγρὰ καὶ συνισταμένη νέφη ποιεῖ καὶ κατὰ μετα-

βολὴν ὑετοὺς καὶ ὄμβρους καὶ πνεύματα ὅσα ἐκ τούτων γίνεται.

ἔστι δὲ ὁμίχλη νέφος ἄγονον ὕδατος ἢ ἀτμώδης ἀναθυμίασις, (5)

ζόφος δὲ νέφος μέλαν τε καὶ πεπληρωμένον, αἰθρία δὲ ἀὴρ

ἀνέφελος καὶ ἀνόμιχλος, ἀχλὺς δὲ πάχος ἀέρος ἀσύστατον, κνη-

κὶς δὲ νεφέλη λεπτοτάτη κενὴ ὕδατος, δρόσος δὲ ὑγρὸν ἐξ ἀέ-

ρος αἰθρίου κατὰ σύστασιν λεπτήν, ψακὰς δὲ ὕδωρ λεπτῶς

διεσπασμένον ἐπὶ τῆς γῆς, ὑετὸς δὲ ψακὰς ἁδρὰ καὶ συνεχής, (10)

ὄμβρος δὲ μικρὰ συστήματα ὕδατος ἐκ νέφους κατὰ μεταβολήν,

πάγος δέ ἐστιν ὕδωρ πεπηγός, πάχνη δὲ ἡμιπαγὴς δρόσος, χιὼν

δὲ ὑετῶν ψακὰς ἐν νέφει πεπηγότι, νιφὰς δέ ἐστι χιὼν πί-

πτουσα λεπτῶς, χάλαζα δέ ἐστιν ὄμβρος πεπηγώς. ἡ δὲ ξηρὰ

ἀναθυμίασις ἐκ τοῦ <ὕδατος> ὑπὸ ψύχους μὲν ὠσθεῖσ’ ἀνέμους (15)

ἐμποιεῖ, ἐμπίπτουσα δὲ διάπυρος γενομένη κεραυνούς, ἀθρόα

δὲ φερομένη ἡμίπυρος οὖσα πρηστῆρας, μὴ πεπυρωμένη δέ

πως τυφῶνας, ἀνειμένη δὲ ἡ αὐτὴ ἐκνεφίας ποιεῖ. κεραυνὸς δὲ

καὶ πρηστὴρ καὶ τυφὼς κατασκήψας σκηπτὸς λέγεται.

τοσαῦτα μὲν ἀρκέσει ὡς ἐν ἐπιτομῆι περὶ τούτων εἰρῆσθαι, (20)

ἑξῆς δὲ τὰ ἀκόλουθα τούτων ἐροῦμεν.

(9.) Περὶ κόσμου. (t)

Κόσμος ἐστὶ σύστημα οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις (1)

φύσεων, οὐρανὸς δὲ τὸ περιέχον πάντα τὰ ὄντα πλὴν αὑτοῦ,

αἰθὴρ δὲ οὐσίας χύμα τὸ λεπτότατον θερμὸν φύσει καὶ λαμ-

πρόν, τὸ πρῶτον φῶς καὶ μὴ κατὰ μετοχὴν ἑτέρου γινόμενον,

ἀὴρ δὲ οὐσία κούφη ζοφερά, κατὰ μετοχὴν δὲ γινόμενον, ἡ δὲ (5)

θερμὴ καὶ φωτεινὴ θεῶν ἐξ αἰθέρος συνέστηκεν, ὅς ἐστι λαμπρὸς

καὶ πυρώδης οὐδέποτε στάσιν ἔχων, ἀλλ’ ἀεὶ φερόμενος κύκλωι.

πόλοι δὲ καλοῦνται οἱ κατὰ κορυφὴν τόποι τῆς σφαίρας,

ἄξων δὲ τὸ διὰ μέσου τῆς σφαίρας διῆκον πνεῦμα, ὅπερ ἐστὶν

εὐθεῖά τις. κύκλοι δὲ λέγονται ἐν τῶι οὐρανῶι, ζῶναι δὲ ἐπὶ (10)

τῆς γῆς. κόλουροι δέ εἰσιν ϛʹ.

οὗτοι δύο ἀναγκαῖοι, ὁ μεσημβρινὸς καὶ ὁ τὸ μέσον

τέμνων. νοητοὶ μὲν οὖν οὗτοι. αἰσθητὸς δὲ ὁ γαλαξίας. ὁ

<δὲ τὸ μέσον> τέμνων καὶ ὁρίζων ἐστίν, ὁρίζων δὲ λέγεται

διιστὰς τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα τῆς σφαίρας, καί ἐστι (15)

τῶν μεγίστων. τέμνει δὲ τὸν ζωιδιακὸν καὶ τέμνεται ὑπ’ αὐ-

τοῦ. ὅλοι δ’ εἰσὶ κύκλοι ἓξ οἱ τέμνοντες καὶ διορίζοντες τὰ

δωδεκατημόρια. δωδεκατημόριον δέ ἐστιν ἕκαστον τμῆμα τῶν

ἐν τῶι ζωιδιακῶι.

(10.) Τί διαφέρει ἄστρον ἀστέρος (t)

Διαφέρει δὲ ἄστρον ἀστέρος· τὸ μὲν γάρ ἐστιν εἴδωλον ἐκ (1)

πολλῶν ἀστέρων μεμορφωμένον, τὸ δὲ κατὰ μίαν γραφὴν περι-

οριζόμενον.

(11.) Φέρεται δὲ ὁ ἥλιος τὴν ἐναντίαν φορὰν τῶι οὐρανῶι,

ὥστε δισσὴν αὐτοῦ τὴν κίνησιν εἶναι, τὴν μὲν σὺν τῶι κόσμωι,

τὴν δὲ κατ’ ἰδίαν. ἔχει δὲ τοῦ μὲν θέρους ἡ ἡμέρα, ὅτε ἐστὶν

ὁ ἥλιος ἐν Καρκίνωι, <ὥρας ......> κατὰ τὴν Ἑλλάδα, ἡ δὲ νὺξ

<ὥρας ...> καὶ δύο πεμπτημόρια, ἐπὶ δὲ χειμῶνος τὸ ἀνάπαλιν ... (5)

ἄστρα ἀμφιφανῆ· δὶς γὰρ τὴν αὐτὴν ὁρᾶται νύκτα. ἐν τῶι

νοτίωι οὐκ ἔστιν ἰδεῖν τι τοιοῦτον.

(12.) Πόσοι οἱ πάντες ἀστέρες. (t)

Τοὺς πάντας ἀστέρας εἶναι Ἵππαρχός φησιν ͵απʹ, ὅσοι οὖν (1)

πληροῦσι τὰ ἐν τοῖς φαινομένοις ὁρώμενα.

(13.) Ἀντίζυγα δέ ἐστι ζώιδια τάδε· Κριὸς Χηλαί, Ταῦρος

Σκορπίος, Δίδυμοι Τοξότης, καὶ Αἰγόκερως Καρκίνωι, Λέοντι

Ὑδροχόος, Παρθένωι Ἰχθύες.

(14.) Περὶ τῶν τῆς σελήνης σχημάτων. (t)

Τῶν δὲ σχηματ<ισμ>ῶν τῆς σελήνης φωτεινοί εἰσιν οἵδε. (1)

... μηνοειδὴς μὲν οὖν ἐστιν, ὅταν ὑπὸ γραμμῶν <μὴ ὅλως> περι-

φερῶν περιέχηται, διχότομος δέ, ὅταν <ὑφ’> ἡμικύκλων ....

(15.) (cf c. 3) .... διαφορὰς τέμνεσθαι τῆς σφαίρας, τὴν δὲ

παράλληλον καὶ τὴν λεγομένην λοξήν, ἔτι δὲ τὴν ὀρθήν. παραλ-

λήλους μὲν ἐν τῶι κόσμωι συμβέβηκε λέγειν, ὅσοι τὸν αὐτὸν

ἔχουσι πόλον τῆι σφαίραι, ὀρθοὺς δὲ τοὺς διὰ τῶν πόλων,

λοξοὺς δὲ ὧν τὰ ἐπίπεδα κέκλιται πρὸς τοὺς λεγομένους (5)

ὀρθοὺς καὶ τοὺς παραλλήλους. ἀπείρων δὲ ἐπινοεῖσθαι δυνα-

μένων ἐν τρισὶ διαφοραῖς κύκλων νοητέον ὑπὸ τῶν μαθηματικῶν

τοὺς εἰς τὴν χρείαν τῆς θεωρίας ἔχοντα<ς> παρειλῆφθαι, παραλ-

λήλους δὲ τόν τε ἀρκτικὸν καὶ τὸν θερινὸν τροπικὸν καὶ τὸν

ἀνταρκτικόν. ἀρκτικὸς δ’ ὁ αὐτὸς καὶ ἀεὶ φανερὸς διὰ τὸ πάν- (10)

τοτε φαίνεσθαι καὶ μηδέποτε δύνειν. συμπίπτουσι <δ’ αἱ παράλ-

ληλοι> κατὰ τὰς διαφόρους οἰκήσεις τοῦ κατὰ κορυφὴν σημείου

νοτιωτέρου ἢ βορειοτέρου γινομένου.

νοείσθω δ’ ὁ μὲν θερινὸς τροπικὸς τοῦ ἡλίου ἐπὶ θερινῶν

τροπῶν γινομένου καὶ πρὸς αἴσθησιν τούτου παράλληλον γρά- (15)

φοντος, ὁ δὲ ἰσημερινὸς διὰ τὸ τὰς ἡμέρας ταῖς νυξὶν ἐξισοῦ-

σθαι τοῦ ἡλίου κατὰ τοῦτον γινομένου τὸν κύκλον πρὸς αἴσθη-

σιν, ὁ δὲ χειμερινὸς διὰ τὸ τὸν ἥλιον κατὰ τοῦτον γινόμενον

τὸν κύκλον χειμερινὰς τροπὰς ποιεῖσθαι. ἀνταρκτικὸς δ’ αὑτὸς

καὶ ἀεὶ <>φανὴς ἀπὸ τοῦ συμβεβηκότος <τὸ ὄνομα> ἔχει καὶ οὐδέ- (20)

ποτε φαίνεται. τῶν δὲ λοξῶν δύο μὲν γράφονται πρὸς αἴσθησιν,

ὅ τε ζωιδιακὸς καὶ ὁ γαλαξίας, οἱ δὲ ὁρίζοντες ἐπινοίαι μόνον

λαμβάνονται, τῶν δὲ ὀρθῶν οἱ μὲν κόλουροι τὴν ὀνομασίαν

ἔχουσιν ἀπὸ τοῦ κολοβοὶ καὶ μὴ ὁλοτελεῖς φαίνεσθαι κατὰ τῆς

στροφῆς τῆς σφαίρας, ὁ δὲ ἰσημερινὸς ἀπὸ τοῦ κατ’ αὐτὸν (25)

γίνεσθαι τὰς ἰσημερίας. λέγονται δὲ πάντες οὗτοι πρὸς τὰς

ὀρθὰς παραλλήλους. οἱ δὲ λοξοὶ ἀπὸ τοῦ συμβεβηκότος ἔχουσι

τὴν ὀνομασίαν.

(16.) τοῦ κόσμου σφαιροειδοῦς ὑποκειμένου καὶ τῆς γῆς πρὸς

αὐτὸν κέντρου λόγον ἐπεχούσης ἡ διὰ μέσου αὐτῶν ἀγομένη

εὐθεῖα νοητή, περὶ ἣν μένουσαν ὁ κόσμος στρέφεται, ἄξων κα-

λεῖται καὶ τὰ τούτου πέρατα πόλοι, ἅπερ τινὲς μὲν ἀστέρας

εἶναι μικροὺς ἔφασαν, ἔνιοι δὲ σημεῖα νοητά, καθὰ καὶ Ἄρατος (5)

(v. 24). τούτων δὲ ὃ μέν ἐστι μετέωρος καὶ φανερώτερος ἡμῖν,

ὃ δὲ οὐχ ὁρᾶται ὑφ’ ἡμῶν. καὶ καλεῖται ὃ μὲν ἀεὶ φανερὸς

καὶ βόρειος, ὃ δὲ ἀεὶ ἀφανὴς καὶ νότιος.

(17.) κύκλων δὲ ἐν τῶι κόσμωι κατανοουμένων ἀπείρων οἳ

μὲν παράλληλοι ὀνομάζονται, οἳ δὲ διὰ τῶν πόλων, οἳ δὲ ὁρί-

ζοντες, οἳ δὲ λοξοί. καὶ οἱ τέσσαρες παράλληλοι μέν εἰσιν οἱ

τοὺς αὐτοὺς πόλους ἔχοντες τῶι κόσμωι, λοξοὶ δὲ οἱ μὴ τοὺς

αὐτούς, διὰ δὲ τῶν πόλων κύκλοι καλοῦνται οἱ ἐπὶ τῆς αὐτῆς (5)

περιφερείας τοὺς τοῦ κόσμου πόλους ἔχοντες (οἱ δὲ αὐτοὶ οὗτοι

ὀρθοί τε καὶ κόλουροι καὶ μεσημβρινοὶ προσονομάζονται), ὁρί-

ζοντες δὲ οἱ διορίζοντες ἡμῖν τό τε φανερὸν τοῦ κόσμου <καὶ

τὸ ἀφανές>, τουτέστι τό τε ὑπὲρ γῆν καὶ τὸ ὑπὸ γῆν. οὗτοι

δὲ μεταβάλλουσιν, ὅταν τὸ κατὰ κορυφὴν σημεῖον ἕτερον γένη- (10)

ται τοῦτο γάρ ἐστι πόλος ὁρίζοντος.

Ἄρατος μέντο<ι> πρὸ<ς τὸ> τῆς Ἑλλάδος κλίμα τὰ Φαινόμενα

πραγματευσάμενος ἐννέα μόνων ἐπεμνήσθη κύκλων, ὀκτὼ μὲν

νοητῶν, αἰσθητοῦ δὲ καὶ κατὰ τὸ πλέον ἑνός, τοῦ καλουμένου

γαλαξίου (καὶ ἐν τούτωι γὰρ νοεῖται διὰ τούτου τοῦ κύκλου). (15)

τούτων δ’ εἰσὶ παράλληλοι εʹ, ἀρκτικὸς θερινὸς τροπικὸς ἰση-

μερινὸς χειμερινὸς τροπικὸς ἀνταρκτικός, λοξοὶ δὲ δύο, ὅ τε ζωι-

διακὸς καὶ ὁ γαλαξίας, ἐναντίως ἀλλήλοις κατὰ τὴν θέσιν διὰ

τῶν τροπικῶν λελοξωμένοι, καὶ δύο διὰ τῶν πόλων, μεσημβρινός

τε εἷς καὶ ὁ ὁρίζων ἕτερος. τούτων δέ εἰσι μέγιστοι ὅ τε ἰση- (20)

μερινὸς καὶ οἱ λοξοὶ καὶ οἱ διὰ τῶν πόλων. μέγιστοι δὲ κα-

λοῦνται, ὧν αἵ τε διάμετροι ἴσαι εἰσὶν ἀλλήλοις καὶ τῆι τοῦ

κόσμου διαμέτρωι καὶ ὅσοι τὸ αὐτὸ κέντρον ἔχουσι τῶι κόσμωι.

ἔστι δὲ καὶ ἄλλος ὁ διὰ μέσων τῶν ζωιδίων λεγόμενος μεσαί-

τατος ὑπάρχων τοῦ ζωιδιακοῦ, ἡλιακός τε καὶ ἐκλειπτικὸς ἐπι- (25)

καλούμενος, ἡλιακὸς μέν, ὅτι ὁ ἥλιος τὴν πορείαν δι’ αὐτοῦ

ποιεῖται, ἐκλειπτικὸς δέ, ὅτι δι’ αὐτοῦ ἐκλείπουσιν ὅ τε ἥλιος

καὶ ἡ σελήνη. καὶ τῶν παραλλήλων δὲ ὁ μὲν ἀρκτικὸς οὕτως

ὠνομάσθη, ὅτι πρὸς τοῖς ἀρκτώιοις ὑπάρχει, ὁ δὲ θερινὸς

τροπικός, ὅτι ἐπὶ τούτου γενόμενος ἥλιος κατὰ τὴν τοῦ Καρ- (30)

κίνου ἀρχήν, καὶ τότε μάλιστα ὑπὲρ κεφαλῆς ἡμῶν, θέρους τρο-

πὰς ποιεῖται, ἰσημερινὸς δέ, ὅτι ἐν τούτωι ἰσημερίας δύο ποιεῖ,

ἐαρινὴν μὲν κατὰ τὴν τοῦ Κριοῦ ἀρχήν, μετοπωρινὴν δὲ κατὰ

<τὴν> τῶν Χηλῶν, χειμερινὸς δὲ τροπικός, ἐφ’ οὗ κατὰ τὴν τοῦ

Αἰγόκερω ἀρχὴν ὁ ἥλιος τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου ἀφε- (35)

στὼς χειμῶνος τροπὰς ποιεῖται, ἀνταρκτικὸς δὲ ὁ τῶι ἀρκτικῶι

ἴσος ὑπάρχων πρὸς τῶι νοτίωι τεθεμάτισται πόλωι, οἱ δὲ διὰ

τῶν πόλων καὶ λοξοὶ παρὰ τὴν θέσιν ὠνομάσθησαν καὶ ἔτι

ὃ μὲν ζωιδιακός, ἐπεὶ ἐν αὐτῶι τὰ ιβʹ ζώιδια κατηστέρισται

τοῦ διὰ μέσου αὐτῶν κύκλου ἐφαπτομένου τῶν τροπικῶν κατὰ <αʹ> (40)

τι μόνον σημεῖον (κατὰ μὲν γὰρ τὸν θερινὸν τροπικὸν ἡ τοῦ

Καρκίνου ἐστὶν ἀρχή, κατὰ δὲ τὸν χειμερινὸν τοῦ Αἰγόκερω),

ὁ δὲ γαλαξίας καὶ παρὰ τὴν χροιὰν ὠνόμασται (λευκὸς γὰρ

φαίνεται καὶ αὐτὸς διὰ τῶν τροπικῶν λελοξωμένος, μικρὸν μέν-

τοι ὑποπίπτων), μεσημβρινὸς δέ, ἐφ’ οὗ τέμνοντος τὸν ὁρί- (45)

ζοντα ἀπὸ τῶν πόλων καὶ εἰς δύο τινὰ ἡμικύκλια διαιροῦντος,

ὧν τὸ μὲν ἀνατολικόν, τὸ δὲ δυτικὸν ὀνομάζεται, συμβαίνει τὰς

μεσημβρίας ἀποτελεῖσθαι. ἔχει δὲ τὸ μὲν ἥμισυ ὑπὲρ γῆν, τὸ

δὲ ἕτερον ἥμισυ ὑπὸ γῆν, καὶ αὐτὸς διὰ τῶν πόλων ἀντιτεμνό-

μενος δίχα ὑπὸ τοῦ ὁρίζοντος, ὁρίζων δέ, καθὰ προείρηται, ὑπὸ (50)

τῶν παραλλήλων· ὁ μὲν γὰρ ἀρκτικὸς ἐλάχιστος ὢν ὅλος ὑπὲρ

γῆν ἐστι διὰ τὴν ὡς πρὸς τὸ τῆς Ἑλλάδος κλίμα τοῦ κόσμου

ἔγκλισιν ἁπτομένης αὐτοῦ τῆς κάτω περιφερείας, ὃ δὲ ἀνάπαλιν

ὑπὸ γῆν ὅλος ὑπάρχει.

ὁ δὲ ἰσημερινὸς μέγιστος ὢν μέσος τῶν παραλλήλων τὸ μὲν (55)

ἥμισυ ἔχει ὑπὲρ γῆν, τεμνόμενος ὑπὸ τοῦ ὁρίζοντος δίχα, τὸ δὲ

λοιπὸν ἥμισυ ὑπὸ γῆν. τέμνεται <δὲ> διὰ μέσων δίχα κατὰ δύο

σημεῖα, ὧν κατὰ μὲν τὸ ἓν ἡ τοῦ Κριοῦ ἐστιν ἀρχή, κατὰ δὲ τὸ

ἕτερον ἡ τῶν Χηλῶν. τοῦ μέντοι θερινοῦ τροπικοῦ πλέον ἢ

τὸ ἥμισυ ὑπὲρ γῆν ὑπὸ τοῦ ὁρίζοντος τέμνεται, τὸ δὲ λοιπὸν (60)

ἥμισυ ὑπὸ γῆν ἐστι, καὶ τοῦ χειμερινοῦ δὲ τροπικοῦ ἀνάπαλιν.

εἰσί τε ἐλάσσονες μὲν τῶν μεγίστων, μείζονες δὲ τῶν ἐλαχίστων,

<ἴσ>οι δὲ ἀλλήλοις μετὰ τοὺς μεγίστους, ὅ τε θερινὸς τῶι χει-

μερινῶι καὶ ὁ ἀρκτικὸς τῶι ἀνταρκτικῶι· ἀπὸ γὰρ τοῦ ἰσημερι-

νοῦ ἴσον ἀπέχουσιν, ὃς διὰ τοῦ κέντρου ἐστὶν ἐν διαφοραῖς (65)

ἴσον ἀπέχοντος ἀπὸ τοῦ κέντρου ἴσοι εἰσίν. τεμνομένου γὰρ τοῦ

μεσημβρινοῦ κύκλου εἰς τξʹ μοίρας ἀπὸ [μεσημβρινοῦ] τοῦ πόλου

ἐπὶ τὸν ἀρκτικὸν κύκλον μοῖραι λϛʹ, ἀπὸ δὲ τού<του> ἐπὶ τὸν

θερινὸν τροπικὸν λʹ, ἀφ’ οὗ <ἐπὶ> τὸν ἰσημερινὸν κδʹ, ἀφ’ οὗ

... ἐπὶ τὸν <ἀντ>αρκτικὸν λʹ, ὅθεν ἐπὶ τὸν ἀφανῆ πόλον λϛʹ. καί (70)

εἰσιν αὗται τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου, μοῖραι ρπʹ, αἱ δὲ λοιπαὶ

τοῦ ὑπὸ γῆν.

(18.) Περὶ ἄστρων. (t)

Τῶν δὲ ἄστρων τὰ μὲν ἀπλανῆ καλεῖται, τὰ δὲ πλανώ- (1)

μενα, ἀπλανῆ μὲν τὰ κατὰ τὴν ἐπιφάνειαν τοῦ κόσμου μὴ

κινούμενα, ἀλλ’ ἀεὶ τὴν αὐτὴν ἔχοντα τάξιν πρὸς ἄλληλα,

πλανώμενα δὲ ..... ἐστὶν ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ οἱ εʹ

πλανῆται ἀστέρες· τούτων γὰρ ὁ μὲν ἥλιος ἐφ’ ἑνὸς τοῦ ἡλια- (5)

κοῦ κύκλου κινεῖται .... στηρίζονται ἀναποδίζοντες ἐπὶ τὸν

διὰ μέσου τὸν ἡλιακὸν κύκλον παριόντες πρός τε τὰ ἀρκτικὰ

καὶ πρὸς μεσημβρίαν τι, ἴσον ἐφ’ ἑκάτερα. τῶν δ’ ἀπλανῶν

τὰ μὲν πρὸς βορρᾶν κεῖται τοῦ ζωιδιακοῦ κύκλου, τὰ δὲ πρὸς

νότον. καλεῖται δὲ τὰ μὲν βόρεια μέρη δεξιά τε καὶ ἄνω ἐν ὕψει (10)

μᾶλλον ὑπάρχοντα, τὰ δὲ νότια εὐώνυμά τε καὶ κάτω. τοῦ μέν-

τοι κόσμου τὴν ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν φορὰν στρεφομένου τὴν

ἐναντίαν αὐτῶι οἱ πλανῆται ποιοῦνται πορείαν οὐδὲν ἧττον,

διὰ τὸ τάχος τῆς τοῦ κόσμου περιστροφῆς συμπεριστρεφόμενοι

ὁμοίως δὴ τοῖς ἀπλανέσιν ἄστροις. (15)

(19.) Περὶ τῶν ἐν γῆι ζωνῶν (t)

Ζῶναι δέ εἰσι τῆς γῆς ὑπὸ τοὺς παραλλήλους κύκλους (1)

ὁμοίως εʹ· βόρειος ὅλη μετέωρος ἀοίκητος κατεψυγμένη, Κρό-

νου, ἑξηκοστῶν μὲν ϛʹ σταδίων δὲ δισμυρίων ͵εςʹ (τὸ γὰρ ἑξη-

κοστὸν σταδίων ἐστὶν ͵δςʹ)· θερινὴ πλείονα ἔχουσα τὰ ὑπὲρ

τὸν ὁρίζοντα εὔκρατος, ἐν ἧι ἐστιν ἡ καθ’ ἡμᾶς οἰκουμένη, (5)

Διός, ἑξηκοστῶν εʹ

©2011-2024 Astrology.gr - All rights reserved