Άρατος: Φαινόμενα Ε' μέρος

Το πέμπτο μέρος των Φαινομένων του Αράτου

Δέσποινα Γιαννακοπούλου
Άρατος: Φαινόμενα Ε' μέρος

Το παρόν κειμενο είναι ένα ακόμα απόσπασμα από το περίφημο σύγγραμμα του Αράτου «Φαινόμενα και Διοσημεία», ένα αστρονομικό και μετεωρολογικό ποίημα, που προκάλεσε το θαυμασμό των συγχρόνων του. Άλλα γνωστά του συγγράματα είναι το «Περί ανατολής ή ανατομής» και «Αστρολογία».

Ἥμισυ δὲ Στεφάνοιο καὶ αὐτὴν ἔσχατον οὐρὴν (625)

Κενταύρου φορέουσιν ἀνερχόμεναι ἔτι Χηλαί.

Τῆμος ἀποιχομένην κεφαλὴν μέτα δύεται Ἵππος,

καὶ προτέρου Ὄρνιθος ἐφέλκεται ἔσχατος οὐρή.

Δύνει δ’ Ἀνδρομέδης κεφαλή· τὸ δέ οἱ μέγα δεῖμα

Κήτεος ἠερόεις ἐπάγει νότος· ἀντία δ’ αὐτὸς (630)

Κηφεὺς ἐκ βορέω μεγάλῃ ἀνὰ χειρὶ κελεύει.

Καὶ τὸ μὲν ἐς λοφιὴν τετραμμένον ἄχρι παρ’ αὐτὴν

δύνει, ἀτὰρ Κηφεὺς κεφαλῇ καὶ χειρὶ καὶ ὤμοις.

Καμπαὶ δ’ ἂν Ποταμοῖο καὶ αὐτίκ’ ἐπερχομένοιο

Σκορπίου ἐμπίπτοιεν ἐϋρρόου ὠκεανοῖο· (635)

ὃς καὶ ἐπερχόμενος φοβέει μέγαν Ὠρίωνα.

Ἄρτεμις ἱλήκοι· προτέρων λόγος, οἵ μιν ἔφαντο

ἑλκῆσαι πέπλοιο, Χίῳ ὅτε θηρία πάντα

καρτερὸς Ὠρίων στιβαρῇ ἐπέκοπτε κορύνῃ,

θήρης ἀρνύμενος κείνῳ χάριν Οἰνοπίωνι. (640)

Ἡ δέ οἱ ἐξαυτῆς ἐπετείλατο θηρίον ἄλλο,

νήσου ἀναρρήξασα μέσας ἑκάτερθε κολώνας,

σκορπίον, ὅς ῥά μιν οὖτα καὶ ἔκτανε πολλὸν ἐόντα

πλειότερος προφανείς, ἐπεὶ Ἄρτεμιν ἤκαχεν αὐτήν.

Τοὔνεκα δὴ καί φασι περαιόθεν ἐρχομένοιο (645)

Σκορπίου Ὠρίωνα περὶ χθονὸς ἔσχατα φεύγειν.

Οὐδὲ μὲν Ἀνδρομέδης καὶ Κήτεος ὅσσ’ ἐλέλειπτο

κείνου ἔτ’ ἀντέλλοντος ἀπευθέες, ἀλλ’ ἄρα καὶ τοὶ

πανσυδίῃ φεύγουσιν· ὁ δὲ ζώνῃ τότε Κηφεὺς

γαῖαν ἐπιξύει, τὰ μὲν ἐς κεφαλὴν μάλα πάντα (650)

βάπτων ὠκεανοῖο, τὰ δ’ οὐ θέμις, ἀλλὰ τάγ’ αὐταὶ

Ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.

Ἡ δὲ καὶ αὐτὴ παιδὸς ἐπείγεται εἰδώλοιο

δειλὴ Κασσιέπεια· τὰ δ’ οὐκέτι οἱ κατὰ κόσμον

φαίνεται ἐκ δίφροιο πόδες καὶ γούναθ’ ὕπερθεν, (655)

ἀλλ’ ἥγ’ ἐς κεφαλὴν ἴση δύετ’ ἀρνευτῆρι

μειρομένη γονάτων, ἐπεὶ οὐκ ἂρ ἔμελλεν ἐκείνη

Δωρίδι καὶ Πανόπῃ μεγάλων ἄτερ ἰσώσασθαι.

Ἡ μὲν ἄρ’ εἰς ἑτέρην φέρεται· τὰ δὲ νειόθεν ἄλλα

οὐρανὸς ἀντιφέρει, Στεφάνοιό τε δεύτερα κύκλα (660)

Ὕδρης τ’ ἐσχατιήν· φορέει τ’ ἐπὶ Κενταύροιο

σῶμά τε καὶ κεφαλήν, καὶ Θηρίον ὅ ῥ’ ἐνὶ χειρὶ

δεξιτερῇ Κένταυρος ἔχει. Τοὶ δ’ αὖθι μένουσιν

Τόξον ἐπερχόμενον πρότεροι πόδες ἱππότα φηρός.

Τόξῳ καὶ σπείρη Ὄφιος καὶ σῶμ’ Ὀφιούχου (665)

ἀντέλλει ἐπιόντι· καρήατα δ’ αὐτὸς ἀγινεῖ

Σκορπίος ἀντέλλων, ἀνάγει δ’ αὐτὰς Ὀφιούχου

χεῖρας καὶ προτέρην Ὄφιος πολυτειρέος ἀγήν.

Τοῦ γε μὲν Ἐνγόνασιν (περὶ γὰρ τετραμμένος αἰεὶ

ἀντέλλει) τότε μὲν περάτης ἐξέρχεται ἄλλα, (670)

γυῖά τε καὶ ζώνη καὶ στήθεα πάντα καὶ ὦμος

δεξιτερῇ σὺν χειρί· κάρη δ’ ἑτέρης μετὰ χειρὸς

τόξῳ ἀνέρχονται καὶ Τοξότῃ ἀντέλλοντι.

Σὺν τοῖς Ἑρμαίη τε Λύρη καὶ στήθεος ἄχρις

Κηφεὺς ἠῴου παρελαύνεται ὠκεανοῖο, (675)

ἦμος καὶ μεγάλοιο Κυνὸς πᾶσαι ἀμαρυγαὶ

δύνουσιν, καὶ πάντα κατέρχεται Ὠρίωνος,

πάντα γε μὴν ἀτέλεστα διωκομένοιο Λαγωοῦ.

Ἀλλ’ οὐχ Ἡνιόχῳ Ἔριφοι οὐδ’ Ὠλενίη Αἲξ

εὐθὺς ἀπέρχονται· τά τέ οἱ μεγάλην ἀνὰ χεῖρα (680)

λάμπονται, καί οἱ μελέων διακέκριται ἄλλων

κινῆσαι χειμῶνας, ὅτ’ ἠελίῳ συνίωσιν.

Ἀλλὰ τὰ μέν, κεφαλήν τε καὶ ἄλλην χεῖρα καὶ ἰξύν,

Αἰγόκερως ἀνιὼν κατάγει· τὰ δὲ νείατα πάντα

αὐτῷ Τοξευτῆρι κατέρχεται. Οὐδέ τι Περσεύς, (685)

οὐδέ τι ἄκρα κόρυμβα μένει πολυτειρέος Ἀργοῦς·

ἀλλ’ ἤτοι Περσεὺς μὲν ἄτερ γουνός τε ποδός τε

δεξιτεροῦ δύεται, πρύμνης δ’ ὅσον ἐς περιαγήν·

αὐτὴ δ’ Αἰγοκερῆϊ κατέρχεται ἀντέλλοντι,

ἦμος καὶ Προκύων δύεται, τὰ δ’ ἀνέρχεται ἄλλα, (690)

Ὄρνις τ’ Αἰητός τε, τά τε πτερόεντος Ὀϊστοῦ

τείρεα, καὶ νοτίοιο Θυτηρίου ἱερὸς ἕδρη.

Ἵππος δ’ Ὑδροχόοιο μέσον περιτελλομένοιο

ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται· ἀντία δ’ Ἵππου

ἐξ οὐρῆς Κένταυρον ἐφέλκεται ἀστερίη νύξ. (695)

Ἀλλ’ οὔ οἱ δύναται κεφαλὴν οὐδ’ εὐρέας ὤμους

αὐτῷ σὺν θώρηκι χαδεῖν, ἀλλ’ αἴθοπος Ὕδρης

αὐχενίην κατάγει σπείρην καὶ πάντα μέτωπα.

Ἡ δὲ καὶ ἐξόπιθεν πολλὴ μένει· ἀλλ’ ἄρα καὶ τὴν

αὐτῷ Κενταύρῳ, ὁπότ’ Ἰχθύες ἀντέλλωσιν, (700)

ἀθρόον ἐμφέρεται. Ὁ δ’ ἐπ’ Ἰχθύσιν ἔρχεται Ἰχθῦς

αὐτῷ κυανέῳ ὑποκείμενος Αἰγοκερῆι·

οὐ μὲν ἄδην, ὀλίγον δὲ δυωδεκάδ’ ἀμμένει ἄλλην.

Οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι

Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δ’ ὀπίσσω (705)

τείνεται, ὠκεανοῖο νέον ὁπότε προγένωνται

Ἰχθύες ἀμφότεροι· τά γε μὲν κατὰ δεξιὰ χειρὸς

αὐτοὶ ἐφέλκονται, τὰ δ’ ἀριστερὰ νειόθεν ἕλκει

Κριὸς ἀνερχόμενος. Τοῦ καὶ περιτελλομένοιο

ἑσπερόθεν κεν ἴδοιο Θυτήριον, αὐτὰρ ἐν ἄλλῃ (710)

Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους·

αὐτὴ δὲ ζώνη καί κ’ ἀμφήριστα πέλοιτο

ἢ Κριῷ λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρῳ·

σὺν τῷ πανσυδίῃ ἀνελίσσεται. Οὐδ’ ὅγε Ταύρου

λείπεται ἀντέλλοντος, ἐπεὶ μάλα οἱ συναρηρὼς (715)

Ἡνίοχος φέρεται· μοίρῃ γε μὲν οὐκ ἐπὶ ταύτῃ

ἀθρόος ἀντέλλει, Δίδυμοι δέ μιν οὖλον ἄγουσιν.

Ἀλλ’ Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ

Ταύρῳ συμφορέονται, ὅτε λοφιή τε καὶ οὐρὴ

Κήτεος αἰθερίοιο περαιόθεν ἀντέλλωσιν. (720)

Δύνει δ’ Ἀρκτοφύλαξ ἤδη πρώτῃ τότε μοίρῃ

τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν

λαιῆς· ἡ δ’ αὐτῷ μεγάλης ὑποτείνεται Ἄρκτου.

Ἀμφότεροι δὲ πόδες καταδυομένου Ὀφιούχου,

μέσφ’ αὐτῶν γονάτων Διδύμοις ἔπι σῆμα τετύχθω (725)

ἐξ ἑτέρης ἀνιοῦσι. Τότ’ οὐκέτι Κήτεος οὐδὲν

ἕλκεται ἀμφοτέρωθεν, ὅλον δέ μιν ὄψεαι ἤδη.

Ἤδη καὶ Ποταμοῦ πρώτην ἁλὸς ἐξανιοῦσαν

καμπὴν ἐν καθαρῷ πελάγει σκέψαιτό κε ναύτης,

αὐτὸν ἐπ’ Ὠρίωνα μένων, εἴ οἵ ποθι σῆμα

ἢ νυκτὸς μέτρων ἠὲ πλόου ἀγγείλειεν·

πάντη γὰρ τάγε πολλὰ θεοὶ ἄνδρεσσι λέγουσιν.

Οὐχ ὁράᾳς; ὀλίγη μὲν ὅταν κεράεσσι σελήνη

ἑσπερόθεν φαίνηται, ἀεξομένοιο διδάσκει

μηνός· ὅτε πρώτη ἀποκίδναται αὐτόθεν αὐγή, (735)

ὅσσον ἐπισκιάειν, ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα·

ὀκτὼ δ’ ἐν διχάσιν, διχόμηνα δὲ παντὶ προσώπῳ.

Αἰεὶ δ’ ἄλλοθεν ἄλλα παρακλίνουσα μέτωπα

εἴρει ὁποσταίη μηνὸς περιτέλλεται ἠώς.

Ἄκρα γε μὲν νυκτῶν κεῖναι δυοκαίδεκα μοῖραι (740)

ἄρκιαι ἐξειπεῖν. Τὰ δέ που μέγαν εἰς ἐνιαυτόν,

ὥρη μέν τ’ ἀρόσαι νειούς, ὥρη δὲ φυτεῦσαι,

ἐκ Διὸς ἤδη πάντα πεφασμένα πάντοθι κεῖται.

Καὶ μέν τις καὶ νηῒ πολυκλύστου χειμῶνος

ἐφράσατ’ ἢ δεινοῦ μεμνημένος Ἀρκτούροιο (745)

ἠέ τεων ἄλλων, οἵ τ’ ὠκεανοῦ ἀρύονται

ἀστέρες ἀμφιλύκης, οἵ τε πρώτης ἔτι νυκτός.

Ἤτοι γὰρ τοὺς πάντας ἀμείβεται εἰς ἐνιαυτὸν

ἠέλιος, μέγαν ὄγμον ἐλαύνων, ἄλλοτε δ’ ἄλλῳ

ἐμπλήσσει, τοτὲ μέν τ’ ἀνιών, τοτὲ δ’ αὐτίκα δύνων· (750)

ἄλλος δ’ ἀλλοίην ἀστὴρ ἐπιδέρκεται ἠῶ.

Γινώσκεις τάδε καὶ σύ. Τὰ γὰρ συναείδεται ἤδη

ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο,

ὅσσα τ’ ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα

νὺξ ἐπιδινεῖται, Κύνα τε θρασὺν Ὠρίωνος,

οἵ τε Ποσειδάωνος ὁρώμενοι ἢ Διὸς αὐτοῦ

ἀστέρες ἀνθρώποισι τετυγμένα σημαίνουσιν.

Τῷ κείνων πεπόνησο. Μέλοι δέ τοι, εἴ ποτε νηῒ

πιστεύεις, εὑρεῖν ὅσα που κεχρημένα κεῖται

σήματα χειμερίοις ἀνέμοις ἢ λαίλαπι πόντου. (760)

Μόχθος μέν τ’ ὀλίγος, τὸ δὲ μυρίον αὐτίκ’ ὄνειαρ

γίνετ’ ἐπιφροσύνης αἰεὶ πεφυλαγμένῳ ἀνδρί.

Αὐτὸς μὲν τὰ πρῶτα σαώτερος, εὖ δὲ καὶ ἄλλον

παρειπὼν ὤνησεν, ὅτ’ ἐγγύθεν ὤρορε χειμών.

Πολλάκι γὰρ καί τίς κε γαληναίῃ ὑπὸ νυκτὶ (765)

νῆα περιστέλλοι πεφοβημένος ἦρι θαλάσσης·

ἄλλοτε δὲ τρίτον ἦμαρ ἐπιτρέχει, ἄλλοτε πέμπτον,

ἄλλοτε δ’ ἀπρόφατον κακὸν ἵκετο· πάντα γὰρ οὔπω

ἐκ Διὸς ἄνθρωποι γινώσκομεν, ἀλλ’ ἔτι πολλὰ

κέκρυπται, τῶν αἴ κε θέλῃ καὶ ἐσαυτίκα δώσει (770)

Ζεύς· ὁ γὰρ οὖν γενεὴν ἀνδρῶν ἀναφανδὸν ὀφέλλει

πάντοθεν εἰδόμενος, πάντη δ’ ὅ γε σήματα φαίνων.

Ἄλλα δέ τοι ἐρέει ἤ που διχόωσα σελήνη

πληθύος ἀμφοτέρωθεν ἢ αὐτίκα πεπληθυῖα,

ἄλλα δ’ ἀνερχόμενος, τοτὲ δ’ ἄκρῃ νυκτὶ κελεύει (775)

ἠέλιος. Τὰ δέ που καὶ ἀπ’ ἄλλων ἔσσεται ἄλλα

σήματα καὶ περὶ νυκτὶ καὶ ἤματι ποιήσασθαι.

Σκέπτεο δὲ πρῶτον κεράων ἑκάτερθε σελήνην.

Ἄλλοτε γάρ τ’ ἄλλῃ μιν ἐπιγράφει ἕσπερος αἴγλῃ,

ἄλλοτε δ’ ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην (780)

εὐθὺς ἀεξομένην, αἱ μὲν τρίτῃ, αἱ δὲ τετάρτῃ·

τάων καὶ περὶ μηνὸς ἐφεσταότος κε πύθοιο.

Λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα

εὔδιός κ’ εἴη, λεπτὴ δὲ καὶ εὖ μάλ’ ἐρευθὴς

πνευματίη· παχίων δὲ καὶ ἀμβλείῃσι κεραίαις (785)

τέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσα

ἠὲ νότου ἀμβλύνετ’ ἢ ὕδατος ἐγγὺς ἐόντος.

Εἰ δέ κ’ ἀπ’ ἀμφοτέρων κεράων τρίτον ἦμαρ ἄγουσα

μήτ’ ἐπινευστάζῃ μήθ’ ὑπτιόωσα φαείνῃ,

ἀλλ’ ὀρθαὶ ἑκάτερθε περιγνάμπτωσι κεραῖαι,

ἑσπέριοί κ’ ἄνεμοι κείνην μετὰ νύκτα φέροιντο.

Εἰ δ’ αὕτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινοῖ,

ἦ τ’ ἂν χειμῶνος συναγειρομένοιο διδάσκοι.

Εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύῃ,

δειδέχθαι βορέω, ὅτε δ’ ὑπτιάῃσι, νότοιο. (795)

Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσῃ

πάντη ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη·

μείζονι δ’ ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved