Άρατος: Φαινόμενα Δ' μέρος

Το τέταρτο μέρος των Φαινομένων του Αράτου

Δέσποινα Γιαννακοπούλου
Άρατος: Φαινόμενα Δ' μέρος

Το παρόν κειμενο είναι ένα ακόμα απόσπασμα από το περίφημο σύγγραμμα του Αράτου «Φαινόμενα και Διοσημεία», ένα αστρονομικό και μετεωρολογικό ποίημα, που προκάλεσε το θαυμασμό των συγχρόνων του. Άλλα γνωστά του συγγράματα είναι το «Περί ανατολής ή ανατομής» και «Αστρολογία».

Τοὺς μὲν παρβολάδην ὀρθοὺς περιβάλλεται ἄξων, (525)

μεσσόθι πάντας ἔχων· ὁ δὲ τέτρατος ἐσφήκωται

λοξὸς ἐν ἀμφοτέροις, οἵ μίν ῥ’ ἑκάτερθεν ἔχουσιν

ἀντιπέρην τροπικοί, μέσσος δέ ἑ μεσσόθι τέμνει.

Οὔ κεν Ἀθηναίης χειρῶν δεδιδαγμένος ἀνὴρ

ἄλλῃ κολλήσαιτο κυλινδόμενα τροχάλεια (530)

τοῖά τε καὶ τόσα, πάντα περὶ σφαιρηδὸν ἑλίσσων·

ὣς τάγ’ ἐναιθέρια πλαγίῳ συναρηρότα κύκλῳ

ἐξ ἠοῦς ἐπὶ νύκτα διώκεται ἤματα πάντα.

Καὶ τὰ μὲν ἀντέλλει καὶ αὐτίκα νειόθι δύνει

πάντα παραβλήδην· μία δέ σφεών ἐστιν ἑκάστου

ἑξείης ἑκάτερθε κατηλυσίη τ’ ἄνοδός τε.

Αὐτὰρ ὅγ’ ὠκεανοῖο τόσον παραμείβεται ὕδωρ,

ὅσσον ἀπ’ Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα

Καρκίνον εἰς ἀνιόντα κυλίνδεται. Ὅσσον ἁπάντη

ἀντέλλων ἐπέχει, τόσσον γε μὲν ἄλλοθι δύνων. (540)

Ὅσσον δ’ ὀφθαλμοῖο βολῆς ἀποτείνεται αὐγή,

ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη

ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα.

Ζωϊδίων δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν.

Τῷ ἔνι Καρκίνος ἐστί, Λέων ἐπὶ τῷ, μετὰ δ’ αὐτὸν (545)

Παρθένος· αἱ δ’ ἐπί οἱ Χηλαὶ καὶ Σκορπίος αὐτὸς

Τοξευτής τε καὶ Αἰγόκερως, ἐπὶ δ’ Αἰγοκερῆϊ

Ὑδροχόος· δύο δ’ αὐτῷ ἔπ’ Ἰχθύες ἀστερόεντες,

τοὺς δὲ μέτα Κριός, Ταῦρος δ’ ἐπὶ τῷ Δίδυμοί τε.

Ἐν τοῖς ἠέλιος φέρεται δυοκαίδεκα πᾶσιν (550)

πάντ’ ἐνιαυτὸν ἄγων, καί οἱ περὶ τοῦτον ἰόντι

κύκλον ἀέξονται πᾶσαι ἐπικάρπιοι ὧραι.

Τοῦ δ’ ὅσσον κοίλοιο κατ’ ὠκεανοῖο δύηται,

τόσσον ὑπὲρ γαίης φέρεται· πάσῃ δ’ ἐπὶ νυκτὶ

ἓξ αἰεὶ δύνουσι δυωδεκάδες κύκλοιο, (555)

τόσσαι δ’ ἀντέλλουσι. Τόσον δ’ ἐπὶ μῆκος ἑκάστη

νὺξ αἰεὶ τετάνυσται, ὅσον τέ περ ἥμισυ κύκλου

ἀρχομένης ἀπὸ νυκτὸς ἀείρεται ὑψόθι γαίης.

Οὔ κεν ἀπόβλητον δεδοκημένῳ ἤματος εἴη

μοιράων σκέπτεσθαι ὅτ’ ἀντέλλῃσιν ἑκάστη· (560)

αἰεὶ γὰρ τάων γε μιῇ συνανέρχεται αὐτὸς

ἠέλιος. Τὰς δ’ ἄν κε περισκέψαιο μάλιστα

εἰς αὐτὰς ὁρόων· ἀτὰρ εἰ νεφέεσσι μέλαιναι

γίνοιντ’ ἢ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν,

σήματ’ ἐπερχομένῃσιν ἀρηρότα ποιήσασθαι. (565)

Αὐτὸς δ’ ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη

ὠκεανὸς τά τε πολλὰ περιστέφεται ἑοῖ αὐτῷ

νειόθεν ὁππῆμος κείνων φορέῃσιν ἑκάστην.

Οὔ οἱ ἀφαυρότατοι, ὅτε Καρκίνος ἀντέλλῃσιν,

ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι περίκεινται, (570)

τοὶ μὲν δύνοντες, τοὶ δ’ ἐξ ἑτέρης ἀνιόντες.

Δύνει μὲν Στέφανος, δύνει δὲ κατὰ ῥάχιν Ἰχθῦς·

ἥμισυ μέν κεν ἴδοιο μετήορον, ἥμισυ δ’ ἤδη

ἐσχατιαὶ βάλλουσι κατερχομένου Στεφάνοιο.

Αὐτὰρ ὅγ’ ἐξόπιθεν τετραμμένος ἄλλα μὲν οὔπω

γαστέρι νειαίρῃ, τὰ δ’ ὑπέρτερα νυκτὶ φορεῖται.

Τὸν δὲ καὶ εἰς ὤμους κατάγει μογερὸν Ὀφιοῦχον

Καρκίνος ἐκ γονάτων, κατάγει δ’ Ὄφιν αὐχένος ἐγγύς.

Οὐδ’ ἂν ἔτ’ Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν,

μείων ἠμάτιος, τὸ δ’ ἐπὶ πλέον ἔννυχος ἤδη. (580)

Τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην

ὠκεανὸς δέχεται· ὁ δ’ ἐπὴν φάεος κορέσηται,

βουλυτῷ ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης,

ἦμος ὅτ’ ἠελίοιο κατερχομένοιο δύηται.

Κεῖναί οἱ καὶ νύκτες ἐπ’ ὀψὲ δύοντι λέγονται. (585)

Ὥς οἱ μὲν δύνουσιν, ὁ δ’ ἀντίος οὐδὲν ἀεικής,

ἀλλ’ εὖ μὲν ζώνῃ εὖ δ’ ἀμφοτέροισι φαεινὸς

ὤμοις Ὠρίων, ξίφεός γε μὲν ἶφι πεποιθώς,

πάντα φέρων Ποταμόν, κέραος παρατείνεται ἄλλου.

Ἐρχομένῳ δὲ Λέοντι τὰ μὲν κατὰ πάντα φέρονται (590)

Καρκίνῳ ὅσσ’ ἐδύοντο, καὶ Αἰετός. Αὐτὰρ ὅγε γνὺξ

ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γόνυ καὶ πόδα λαιὸν

οὔπω κυμαίνοντος ὑποστρέφει ὠκεανοῖο.

Ἀντέλλει δ’ Ὕδρης κεφαλὴ χαροπός τε Λαγωὸς

καὶ Προκύων πρότεροί τε πόδες Κυνὸς αἰθομένοιο. (595)

Οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει

Παρθένος ἀντέλλουσα. Λύρη τότε Κυλληναίη

καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός.

Σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέσφα παρ’ αὐτὴν

οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται.

Δύνει δ’ Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν.

Ἀντέλλει δ’ Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρ’ αὐτὸν

Κρητῆρα. Φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους,

ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς.

Ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατ’ αὐτόν, (605)

Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται

Οὐδ’ ἂν ἐπερχόμεναι Χηλαὶ καὶ λεπτὰ φάουσαι

ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα Βοώτης

ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο.

Ἀργὼ δ’ εὖ μάλα πᾶσα μετήορος ἵσταται ἤδη· (610)

ἀλλ’ Ὕδρη, κέχυται γὰρ ἐν οὐρανῷ ἤλιθα πολλή,

οὐρῆς ἂν δεύοιτο. Μόνην δ’ ἐπὶ Χηλαὶ ἄγουσιν

δεξιτερὴν κνήμην, αὐτῆς ἐπιγουνίδος ἄχρις,

αἰεὶ γνύξ, αἰεὶ δὲ Λύρῃ παραπεπτηῶτος, (615)

ὅντινα τοῦτον ἄϊστον ὑπουρανίων εἰδώλων,

ἀμφότερον δύνοντα καὶ ἐξ ἑτέρης ἀνιόντα

πολλάκις αὐτονυχεὶ θηεύμεθα. Τοῦ μὲν ἄρ’ οἴη

κνήμη σὺν Χηλῇσι φαείνεται ἀμφοτέρῃσιν·

αὐτὸς δ’ ἐς κεφαλὴν ἔτι που τετραμμένος ἄλλῃ

Σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα Τόξου·

οἱ γάρ μιν φορέουσιν, ὁ μὲν μέσον ἄλλα τε πάντα,

χεῖρα δέ οἱ σκαιὴν κεφαλῇ ἅμα Τόξον ἀγινεῖ·

ἀλλ’ ὁ μὲν ὣς τρίχα πάντα καταμελεϊστὶ φορεῖται·

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved