Άρατος: Φαινόμενα Β' μέρος

Το δεύτερο μέρος των Φαινομένων του Αράτου

Δέσποινα Γιαννακοπούλου
Άρατος: Φαινόμενα Β' μέρος

Το παρόν κειμενο είναι ένα ακόμα απόσπασμα από το περίφημο σύγγραμμα του Αράτου «Φαινόμενα και Διοσημεία», ένα αστρονομικό και μετεωρολογικό ποίημα, που προκάλεσε το θαυμασμό των συγχρόνων του. Άλλα γνωστά του συγγράματα είναι το «Περί ανατολής ή ανατομής» και «Αστρολογία».

Ἀλλ’ ἡ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμη (40)

πολλὴ φαινομένη Ἑλίκη πρώτης ἀπὸ νυκτός·

ἡ δ’ ἑτέρη ὀλίγη μέν, ἀτὰρ ναύτῃσιν ἀρείων·

μειοτέρῃ γὰρ πᾶσα περιστρέφεται στροφάλιγγι·

τῇ καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται.

Τὰς δὲ δι’ ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρὼξ (45)

εἰλεῖται, μέγα θαῦμα, Δράκων, περί τ’ ἀμφί τ’ ἐαγὼς

μυρίος· αἱ δ’ ἄρα οἱ σπείρης ἑκάτερθε φέρονται

Ἄρκτοι, κυανέου πεφυλαγμέναι ὠκεανοῖο.

Αὐτὰρ ὅγ’ ἄλλης μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ,

ἄλλην δὲ σπείρῃ περιτέμνεται· ἡ μέν οἱ ἄκρη (50)

οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου·

σπείρῃ δ’ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατ’ αὐτὴν

εἰλεῖται κεφαλήν, καί οἱ ποδὸς ἔρχεται ἄχρις,

ἐκ δ’ αὖτις παλίνορσος ἀνατρέχει. Οὐ μὲν ἐκείνῳ

οἰόθεν, οὐδ’ οἶος κεφαλῇ ἐπιλάμπεται ἀστήρ, (55)

ἀλλὰ δύο κροτάφοις, δύο δ’ ὄμμασιν· εἷς δ’ ὑπένερθεν

ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.

Λοξὸν δ’ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν

ἄκρην εἰς Ἑλίκης οὐρήν· μάλα δ’ ἐστὶ κατ’ ἰθὺ

καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ. (60)

Κείνη που κεφαλὴ τῇ νίσσεται, ἧχί περ ἄκραι

μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν.

Τῇ δ’ αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸς

εἴδωλον· τὸ μὲν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν,

οὐδ’ ὅτινι κρέμαται κεῖνος πόνῳ, ἀλλά μιν αὕτως (65)

Ἐνγόνασιν καλέουσι. Τὸ δ’ αὖτ’ ἐν γούνασι κάμνον

ὀκλάζοντι ἔοικεν· ἀπ’ ἀμφοτέρων δέ οἱ ὤμων

χεῖρες ἀείρονται· τάνυταί γε μὲν ἄλλυδις ἄλλη

ὅσσον ἐπ’ ὄργυιαν· μέσσῳ δ’ ἐφύπερθε καρήνῳ

δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος. (70)

Αὐτοῦ κἀκεῖνος Στέφανος, τὸν ἀγαυὸν ἔθηκεν

σῆμ’ ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης,

νώτῳ ὑποστρέφεται κεκμηότος εἰδώλοιο.

Νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ

σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον, ἐκ δ’ ἄρ’ ἐκείνης (75)

αὐτὸν ἐπιφράσσαιο φαεινόμενον Ὀφιοῦχον·

τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι

εἴδονται. Κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ

εἰσωποὶ τελέθοιεν· ἀτὰρ χέρες οὐ μάλ’ ἐῖσαι·

λεπτοτέρη γὰρ τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη. (80)

ἀλλ’ ἔμπης κἀκεῖναι ἐπόψιαι· οὐ γὰρ ἐλαφραί.

Ἀμφότεραι δ’ Ὄφιος πεπονείαται ὅς ῥά τε μέσσον

δινεύει Ὀφιοῦχον· ὁ δ’ ἐμμενὲς εὖ ἐπαρηρὼς

ποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν,

Σκορπίον, ὀφθαλμοῖς τε καὶ ἐν θώρηκι βεβηκὼς (85)

ὀρθός. Ἀτάρ οἱ Ὄφις γε δύο στρέφεται μετὰ χερσίν,

δεξιτερῇ ὀλίγος, σκαιῇ γε μὲν ὑψόθι πολλός.

Καὶ δή οἱ Στεφάνῳ παρακέκλιται ἄκρα γένεια·

νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο Χηλάς·

ἀλλ’ αἱ μὲν φαέων ἐπιμεμφέες οὐδὲν ἀγαυαί.

Ἐξόπιθεν δ’ Ἑλίκης φέρεται ἐλάοντι ἐοικὼς

Ἀρκτοφύλαξ, τόν ῥ’ ἄνδρες ἐπικλείουσι Βοώτην,

οὕνεχ’ ἁμαξαίης ἐπαφώμενος εἴδεται Ἄρκτου,

καὶ μάλα πᾶς ἀρίδηλος· ὑπὸ ζώνῃ δέ οἱ αὐτὸς

ἐξ ἄλλων Ἀρκτοῦρος ἑλίσσεται ἀμφαδὸν ἀστήρ. (95)

Ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω

Παρθένον, ἥ ῥ’ ἐν χειρὶ φέρει Στάχυν αἰγλήεντα.

Εἴτ’ οὖν Ἀστραίου κείνη γένος, ὅν ῥά τέ φασιν

ἄστρων ἀρχαῖοι πατέρ’ ἔμμεναι, εἴτε τευ ἄλλου,

εὔκηλος φορέοιτο. Λόγος γε μὲν ἐντρέχει ἄλλος (100)

ἀνθρώποις, ὡς δῆθεν ἐπιχθονίη πάρος ἦεν,

ἤρχετο δ’ ἀνθρώπων κατεναντίη, οὐδέ ποτ’ ἀνδρῶν

οὐδέ ποτ’ ἀρχαίων ἠνήνατο φῦλα γυναικῶν,

ἀλλ’ ἀναμὶξ ἐκάθητο καὶ ἀθανάτη περ ἐοῦσα.

Καί ἑ Δίκην καλέεσκον· ἀγειρομένη δὲ γέροντας (105)

ἠέ που εἰν ἀγορῇ ἢ εὐρυχόρῳ ἐν ἀγυιῇ,

δημοτέρας ἤειδεν ἐπισπέρχουσα θέμιστας.

Οὔπω λευγαλέου τότε νείκεος ἠπίσταντο,

οὐδὲ διακρίσιος περιμεμφέος, οὐδὲ κυδοιμοῦ·

αὕτως δ’ ἔζωον· χαλεπὴ δ’ ἀπέκειτο θάλασσα, (110)

καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον,

ἀλλὰ βόες καὶ ἄροτρα καὶ αὐτὴ πότνια λαῶν

μυρία πάντα παρεῖχε Δίκη, δώτειρα δικαίων.

Τόφρ’ ἦν ὄφρ’ ἔτι γαῖα γένος χρύσειον ἔφερβεν.

Ἀργυρέῳ δ’ ὀλίγη τε καὶ οὐκέτι πάμπαν ἑτοίμη (115)

ὡμίλει, ποθέουσα παλαιῶν ἤθεα λαῶν.

Ἀλλ’ ἔμπης ἔτι κεῖνο κατ’ ἀργύρεον γένος ἦεν·

ἤρχετο δ’ ἐξ ὀρέων ὑποδείελος ἠχηέντων

μουνάξ, οὐδέ τεῳ ἐπεμίσγετο μειλιχίοισιν·

ἀλλ’ ὁπότ’ ἀνθρώπων μεγάλας πλήσαιτο κολώνας, (120)

ἠπείλει δὴ ἔπειτα καθαπτομένη κακότητος,

οὐδ’ ἔτ’ ἔφη εἰσωπὸς ἐλεύσεσθαι καλέουσιν.

«Οἵην χρύσειοι πατέρες γενεὴν ἐλίποντο

χειροτέρην· ὑμεῖς δὲ κακώτερα τέκνα τεκεῖσθε.

Καὶ δή που πόλεμοι, καὶ δὴ καὶ ἀνάρσιον αἷμα (125)

ἔσσεται ἀνθρώποισι, κακῷ δ’ ἐπικείσεται ἄλγος».

Ὣς εἰποῦσ’ ὀρέων ἐπεμαίετο, τοὺς δ’ ἄρα λαοὺς

εἰς αὐτὴν ἔτι πάντας ἐλίμπανε παπταίνοντας.

Ἀλλ’ ὅτε δὴ κἀκεῖνοι ἐτέθνασαν, οἳ δ’ ἐγένοντο,

χαλκείη γενεὴ προτέρων ὀλοώτεροι ἄνδρες, (130)

οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν

εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντ’ ἀροτήρων.

Καὶ τότε μισήσασα Δίκη κείνων γένος ἀνδρῶν

ἔπταθ’ ὑπουρανίη, ταύτην δ’ ἄρα νάσσατο χώρην,

ἧχί περ ἐννυχίη ἔτι φαίνεται ἀνθρώποισι (135)

Παρθένος ἐγγὺς ἐοῦσα πολυσκέπτοιο Βοώτεω.

Τῆς ὑπὲρ ἀμφοτέρων ὤμων εἱλίσσεται ἀστὴρ

[δεξιτερῇ πτέρυγι· Προτρυγητὴρ δ’ αὖτε καλεῖται·

τόσσος μὲν μεγέθει, τοίῃ δ’ ἐγκείμενος αἴγλῃ,

οἷος καὶ μεγάλης οὐρὴν ὑποφαίνεται Ἄρκτου· (140)

δεινὴ γὰρ κείνη, δεινοὶ δέ οἱ ἐγγύθεν εἰσὶν

ἀστέρες· οὐκ ἂν τούς γε ἰδὼν ἐπιτεκμήραιο,

οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε

εἷς μὲν ὑπωμαίων, εἷς δ’ ἰξυόθεν κατιόντων,

ἄλλος δ’ οὐραίοις ὑπὸ γούνασιν. Ἀλλ’ ἄρα πάντες

ἁπλόοι ἄλλοθεν ἄλλος ἀνωνυμίῃ φορέονται.

Κρατὶ δέ οἱ Δίδυμοι, μέσσῃ δ’ ὕπο Καρκίνος ἐστίν·

ποσσὶ δ’ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει.

Ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι·

αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι (150)

ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι.

Τῆμος καὶ κελάδοντες ἐτησίαι εὐρέϊ πόντῳ

ἀθρόοι ἐμπίπτουσιν, ὁ δὲ πλόος οὐκέτι κώπαις

ὥριος· εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες,

εἰς ἄνεμον δέ τε πηδὰ κυβερνητῆρες ἔχοιεν. (155)

Εἰ δέ τοι Ἡνίοχόν τε καὶ ἀστέρας Ἡνιόχοιο

σκέπτεσθαι δοκέοι, καί τοι φάτις ἤλυθεν Αἰγὸς

αὐτῆς ἢ Ἐρίφων, οἵτ’ εἰν ἁλὶ πορφυρούσῃ

πολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους,

αὐτὸν μέν μιν ἅπαντα μέγαν Διδύμων ἐπὶ λαιὰ (160)

κεκλιμένον δήεις, Ἑλίκης δέ οἱ ἄκρα κάρηνα

ἀντία δινεύει, σκαιῷ δ’ ἐπελήλαται ὤμῳ

Αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν·

Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσ’ ὑποφῆται.

Ἀλλ’ ἡ μὲν πολλή τε καὶ ἀγλαή· οἱ δέ οἱ αὐτοῦ (165)

λεπτὰ φαείνονται Ἔριφοι καρπὸν κάτα χειρός.

Πὰρ ποσὶ δ’ Ἡνιόχου κεραὸν πεπτηότα Ταῦρον

μαίεσθαι· τὰ δέ οἱ μάλ’ ἐοικότα σήματα κεῖται·

τοίη οἱ κεφαλὴ διακέκριται· οὐδέ τις ἄλλῳ

σήματι τεκμήραιτο κάρη βοός, οἷά μιν αὐτοὶ (170)

ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι τυπόωσιν.

Καὶ λίην κείνων ὄνομ’ εἴρεται, οὐδέ τοι αὕτως

νήκουστοι Ὑάδες· ταὶ μέν ῥ’ ἐπὶ παντὶ μετώπῳ

Ταύρου βεβλέαται. Λαιοῦ δὲ κεράατος ἄκρον

καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο (175)

εἷς ἀστὴρ ἐπέχει, συνεληλάμενοι δὲ φέρονται·

ἀλλ’ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο

εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίῃ περ ἀνελθών.

Οὐδ’ ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο

αὕτως ἄρρητον κατακείσεται· ἀλλ’ ἄρα καὶ τῶν (180)

οὐρανὸν εἰς ὄνομ’ ἦλθεν, ἐπεὶ Διὸς ἐγγύθεν ἦσαν.

Αὐτὸς μὲν κατόπισθεν ἐὼν Κυνοσουρίδος Ἄρκτου

Κηφεὺς ἀμφοτέρας χεῖρας τανύοντι ἔοικεν·

ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς

ἐς πόδας ἀμφοτέρους, ὅσση ποδὸς ἐς πόδα τείνει. (185)

Αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειας

πρώτης ἱέμενος καμπῆς σκολιοῖο Δράκοντος.

Τοῦ δ’ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ

νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια·

οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν (190)

ἀστέρες, οἵ μιν πᾶσαν ἐπιρρήδην στιχόωσιν.

Οἵῃ δὲ κληῖδι θύρην ἔντοσθ’ ἀραρυῖαν

δικλίδ’ ἐπιπλήσσοντες ἀνακρούουσιν ὀχῆας,

τοῖοί οἱ μουνὰξ ὑποκείμενοι ἰνδάλλονται

ἀστέρες. Ἡ δ’ αὕτως ὀλίγων ἀποτείνεται ὤμων (195)

ὄργυιαν· φαίης κεν ἀνιάζειν ἐπὶ παιδί.

Αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα

Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον· οὔ σε μάλ’ οἴω

νύκτα περισκέψεσθαι, ἵν’ αὐτίκα μᾶλλον ἴδηαι·

τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν (200)

ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.

Ἀλλ’ ἔμπης κἀκεῖθι διωλενίη τετάνυσται,

δεσμὰ δέ οἱ κεῖται καὶ ἐν οὐρανῷ· αἱ δ’ ἀνέχονται

αὐτοῦ πεπταμέναι πάντ’ ἤματα χεῖρες ἐκείνῃ.

Ἀλλ’ ἄρα οἱ καὶ κρατὶ πέλωρ ἐπελήλαται Ἵππος (205)

γαστέρι νειαίρῃ· ξυνὸς δ’ ἐπιλάμπεται ἀστὴρ

τοῦ μὲν ἐπ’ ὀμφαλίῳ, τῆς δ’ ἐσχατόωντι καρήνῳ.

Οἱ δ’ ἄρ’ ἔτι τρεῖς ἄλλοι ἐπὶ πλευράς τε καὶ ὤμους

Ἵππου δεικανόωσι διασταδὸν ἶσα πέλεθρα,

καλοὶ καὶ μεγάλοι· κεφαλὴ δέ οἱ οὐδὲν ὁμοίη, (210)

οὐδ’ αὐχὴν δολιχός περ ἐών· ἀτὰρ ἔσχατος ἀστὴρ

αἰθομένης γένυος καί κεν προτέροις ἐρίσειεν

τέτρασιν, οἵ μιν ἔχουσι περίσκεπτοι μάλ’ ἐόντες.

Οὐδ’ ὅγε τετράπος ἐστίν· ἀπ’ ὀμφαλίοιο γὰρ ἄκρου

μεσσόθεν ἡμιτελὴς περιτέλλεται ἱερὸς Ἵππος.

Κεῖνον δὴ καί φασι καθ’ ὑψηλοῦ Ἑλικῶνος

καλὸν ὕδωρ ἀγαγεῖν εὐαλδέος Ἱππουκρήνης.

Οὐ γάρ πω Ἑλικὼν ἄκρος κατελείβετο πηγαῖς·

ἀλλ’ Ἵππος μιν ἔτυψε· τὸ δ’ ἀθρόον αὐτόθεν ὕδωρ

ἐξέχυτο πληγῇ προτέρου ποδός· οἱ δὲ νομῆες (220)

πρῶτοι κεῖνο ποτὸν διεφήμισαν Ἱππουκρήνην.

Ἀλλὰ τὸ μὲν πέτρης ἀπολείβεται, οὐδέ τοι αὐτὸ

Θεσπιέων ἀνδρῶν ἑκὰς ὄψεαι· αὐτὰρ ὅγ’ Ἵππος

ἐν Διὸς εἱλεῖται, καί τοι πάρα θηήσασθαι.

Αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι, (225)

ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα

οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου.

Αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ

σκέψασθαι, ζώνῃ δ’ ἂν ὅμως ἐπιτεκμήραιο

Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπ’ αὐτὴν ἐστήρικται, (230)

μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι

Χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος.

Ἔστι δέ τοι καὶ ἔτ’ ἄλλο τετυγμένον ἐγγύθι σῆμα

νειόθεν Ἀνδρομέδης, τὸ δ’ ἐπὶ τρισὶν ἐστάθμηται

Δελτωτὸν πλευρῇσιν, ἰσαιομένῃσιν ἐοικὸς (235)

ἀμφοτέρῃς, ἡ δ’ οὔτι τόση, μάλα δ’ ἐστὶν ἑτοίμη

εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστιν.

Τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.

Οἱ δ’ ἄρ’ ἔτι προτέρω, ἔτι δ’ ἐν προμολῇσι νότοιο

Ἰχθύες. Ἀλλ’ αἰεὶ ἕτερος προφερέστερος ἄλλου, (240)

καὶ μᾶλλον βορέαο νέον κατιόντος ἀκούει.

Ἀμφοτέρων δέ σφεων ἀποτείνεται ἠΰτε δεσμὰ

οὐραίων, ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντα.

Καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει καλός τε μέγας τε,

ὅν ῥά τε καὶ σύνδεσμον ὑπουράνιον καλέουσιν.

Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω

σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν.

Ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν

Περσέος, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται.

Αὐτὰρ ὅγ’ ἐν βορέω φέρεται περιμήκετος ἄλλων. (250)

Καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται

πενθερίου δίφροιο· τὰ δ’ ἐν ποσὶν οἷα διώκων

ἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved