Ανούβιος: Περὶ διαμέτρων

Το γ' μέρος του κειμένου του Ανούβιου για τους πλανήτες, την όψη αντίθεσης και τις διελεύσεις τους

Δέσποινα Γιαννακοπούλου
Ανούβιος: Περὶ διαμέτρων

Πρόκειται για το γ' μέρος, από το αρχαίο κείμενο του Ανούβιου, αναφορικά με τις διελεύεσεις και την όψη αντίθεσης των πλανητών.

Επεξήγηση όρωνγια τον μελετητή

Καθυπερτερούμαι: Ένας γρήγορος πλανήτης καθυπερτερείται, όταν σχηματίζει όψη με έναν πιο αργό, ο οποίος τον καθυπερτερεί.

Καθυπερτερώ: Ένας πλανήτης α’ καθυπερτερεί ενός άλλου β’, όταν βρίσκεται (10) ζώδια ύστερα από αυτόν, έχοντας μαζί του όψη τετραγώνου.

Το ρήμα δεν περιορίζεται μόνο στο τετράγωνο, αλλά και στις υπόλοιπες πτολεμαϊκές όψεις. Ο καθυπέρτερος πλανήτης α’ είναι συνήθως βαρύτερός από το γρήγορο πλανήτη β’ ο οποίος σχηματίζει αύξουσα όψη μαζί του.

Επέμβασις: Η ερμηνεία του όρου συναντάται σε διαφορετικές περιπτώσεις, κατά τις οποίες ερμηνεύεται το στιγμιαίο της εισόδου ενός πλανήτη κάπου:

α) Η στιγμή που ένα ουράνιο σώμα εισέρχεται στη μηδενική μοίρα ενός ζωδίου.
β) Ως συνώνυμο των λέξεων παράδοσις και παράληψις, οι οποίες σήμαιναν την «παράδοση» της χρονοκρατορίας ενός πλανήτη και την "παράληψη / παραλαβή" του από έναν άλλον.
γ) Όταν ένας πλανήτης εισέρχεται στην μηδενική μοίρα ενός ζωδίου και στο ίδιο ζώδιο υπάρχει τοποθετημένος άλλος πλανήτης.
δ) Η είσοδος του Ήλιου στην μηδενική μοίρα των τεσσάρων παρορμητικών ζωδίων, δηλαδή των δύο τροπικών, Καρκίνου και Αιγόκερω και των δύο ισημερινών, Κριού και Ζυγού.

Διαμετρώ: Αναφέρεται σε όψη αντίθεσης 180 μοιρών μεταξύ δύο ουρανίων σωμάτων.

Λειψιφωτούσα ή Λειψίφωτος (η): Αναφέρεται στο φωτισμό της Σελήνης από τη στιγμή που έχει ολοκληρωθεί η αντίθεση της με τον Ήλιο (Πανσέληνος) και το φως της αρχίζει να μειώνεται. Συναντάται επίσης ως λειψιφαής.

Anubion Poet. Astrol., Fragmenta (e cod. Veneto 7). {1126.002}

2.

Περὶ διαμέτρων. (26t)

Ὁ Κρόνος Δία διαμετρῶν λυπηρὸς εἰς πρᾶξίν τε καὶ τέκνα· εἰ δὲ ὁ (27)

μὲν Κρόνος ὡροσκοπεῖ, ὁ δὲ Ζεὺς δύνει, ὀψίτυχοι ἔσονται.

Ὁ Κρόνος Ἄρην διαμετρῶν, περιστάσεσι βιωτικαῖς περιπίπτουσι καὶ

ἐναντιώμασι χαλεποῖς καὶ φθόνοις καὶ ἐνδείαις καὶ σωματικαῖς ὀχλή- (30)

σεσι καὶ κινδύνοις ζωῆς τε καὶ τέκνων οἰκείων τε ἔχθρας καὶ στάσεις

ποιεῖ καὶ πατέρας προαναιρεῖ τῆς μητρὸς καὶ ἀλλεπάλληλα παρέχει τὰ

κακά· εἰ δὲ καὶ ἐπὶ ὑγρῶν εἰσι ζῳδίων, ἐξ ὑγρῶν τὰς ὀχλήσεις, ναυα-

γοῦντας ποιοῦσιν ἢ ἐκ ποταμῶν καὶ ῥευμάτων ἐπιφορὰς ἐπάγουσιν.

(210.) πολλάκις δὲ καὶ ἀπὸ ἐνύδρων ἀδικοῦνται θηρίων ἢ φαρμάκοις τισὶ

τελευτῶσιν. εἰ δὲ τὸ σχῆμα ἐν τοῖς τετράποσι ζῳδίοις ἐστίν, ἐκ

συμπτώσεως θνήσκουσιν, ἢ ἐγγὺς τοῦ θανεῖν ἔρχονται, ὅταν ὁ Ζεὺς

ἴδῃ· εἰ γὰρ μὴ ἴδῃ, ἄφυκτα τὰ κακά. ἀλλ’ ἐπὶ μὲν τῶν κέντρων διαμε-

τροῦντες θάνατον ἐπιφέρουσιν ἢ χωρισμοὺς οἰκείων καὶ τῆς πατρίδος· (5)

τοὺς δὲ εἰς ὑποταγὴν ἄγουσι καὶ δουλείαν, κἂν ἐλεύθεροι ὦσιν· ἐπὶ δὲ

τῶν ἐπαναφορῶν τὰς ἐλπίδας ἐκκόπτουσιν, ἔτι δὲ καθαιρέσεις ἐπά-

γουσιν ἐν μέσοις τοῖς χρόνοις. ἂν δ’ ἐν τοῖς ἀποκλίμασιν ἧττον μὲν

βλάπτουσιν, λύπας δὲ ὅμως καὶ μόχθους καὶ ἐκπτώσεις ἐπάγουσιν.

Ὁ Κρόνος Ἥλιον διαμετρῶν τοῦ Διὸς μὴ μαρτυροῦντος, καματηρὸς (10)

ἔσται ὁ πατὴρ καὶ φειδωλὸς καὶ σεσινωμένος, τά τε κτήματα καὶ τὰ

πατρικὰ φθείρεται, ὅσα τῷ παιδὶ καταλείπεται· ἀλλ’ οὔτε εὐθάνατος

ἔσται ὁ πατήρ, ὁ δὲ τεχθεὶς ἐν πολλοῖς ἔσται μόχθοις καὶ μᾶλλον ὅταν

ἐπὶ θηλυκῶν ζῳδίων τὸ σχῆμα γένηται.

Ὁ Κρόνος Ἀφροδίτην διαμετρῶν πόρνους, ἀσχήμονας, ἀγάμους (15)

ποιεῖ· εἰ δὲ καὶ γήμωσι, ἐφυβρίστους ἢ ξένας λήψονται ἢ δούλας ἢ

σεσινωμένας, καὶ αὐτοὶ δὲ ἐκτὸς τῶν ἀφροδισιακῶν χαρίτων εἰσίν.

Ὁ Κρόνος τὸν Ἑρμῆν διαμετρῶν δυσγλώττους ἢ τραυλοὺς σημαίνει

καὶ μάλιστα τοῦ Ἑρμοῦ ἐν ἀφώνῳ ζῳδίῳ ὄντος ἢ ὑπαύγῳ· εἰ δὲ σὺν

τῷ Ἑρμῇ καὶ τὴν Σελήνην διαμετρεῖ ὁ Κρόνος, χεῖρον βλαβήσεται ἡ (20)

λαλιά, εἰ μὴ ὁ Ἄρης ἰδών ποθεν λύσει τὴν κάκωσιν· πλὴν τῆς μὲν

ἀφωνίας, ὁ Ἄρης ἀπαλλάττει, πολυμόχθους δὲ ποιεῖ, ὅμως συνετοὺς

λίαν καὶ ἐμπείρους· ὄνησις δέ τις αὐτοῖς ἀπὸ τῆς συνέσεως καὶ ἐμπει-

ρίας οὐκ ἔσται οὔτε κτῆσις οὔτ’ ὠφέλεια· ἀεὶ δ’ ἐμμέριμνοι καὶ κατά-

στυγνοι διάγουσι, τύφου γέμοντες καὶ τῶν προγενεστέρων ἀδελφῶν (25)

ὄψονται θανάτους ἢ προγενέστεροι τῶν ἄλλων ἔσονται· τούτων καὶ ὁ

πατὴρ προτελευτᾷ τῆς τεκούσης.

Ὁ Κρόνος Σελήνην διαμετρῶν τὴν μητρικὴν κτῆσιν ἀπόλλυσιν καὶ

αὐτῇ τῇ μητρὶ θλίψεις καὶ κρυπτῶν τόπων πόνους ἐπάγει ἢ λυπηρὰ

σημαίνει· εἰ δὲ μὴ ὁ Ζεὺς ἢ Ἀφροδίτη ὁρᾷ, ἔσται χαλεπῶς ἔχουσα τῷ (30)

σώματι καὶ ζημίας ὑπομένουσα· ἐν δὲ τοῖς τετράποσιν, ἀπὸ τῶν ὁμοίων

ἡ βλάβη· εἰ δὲ ἐν θηριώδεσιν, ἐκ θηρίων· εἰ δὲ ἐν ἀνθρωποειδέσι, ἐξ

ἀνθρώπων· εἰ δὲ ἐν καθύγρῳ, ἐξ ὑδάτων ἢ κακοχυμίας τοῦ σώματος· καὶ

τῷ γεννηθέντι δὲ ὁμοίως, εἰ μὴ ἴδοι Ζεὺς Ἀφροδίτην, σῖνος ἔσται.

τινῶν μὲν τὴν ὄψιν ἐτύφλωσεν, ἄλλους τῆς πατρίδος ἐξήλασεν, ἑτέρους (35)

ἐν διαφόροις τόποις τοῦ σώματος ἔβλαψεν.

(211.) Ὁ Ζεὺς Ἄρην διαμετρῶν ἀνώμαλον ποιεῖ τὸν βίον πάνυ τοῖς τοιού-

τοις καὶ οἱ φίλοι ἐχθροὶ γίνονται, οἱ δὲ καὶ ἐκ προπετείας καὶ ταραχῆς

λογισμῶν ζάλαις λυποῦνται.

Ὁ Ζεὺς Ἥλιον διαμετρῶν τῶν πατρικῶν ὀλετὴρ κτημάτων· ὁ δὲ

γεννηθεὶς ἐν ὑποταγῇ ἔσται τῶν ἐπιτρόπων αὐτοῦ ἢ δούλων ἢ τοιού- (5)

των ὁμοίων.

Ὁ Ζεὺς Ἀφροδίτην διαμετρῶν ἀπροκόπους ποιεῖ, ἀληθὴς δὲ φίλος

τούτοις οὐδείς, ἀλλ’ ἕτερα μὲν νοῶν, ἕτερα δὲ λέγων, ἕξει δὲ καὶ

φίλων ἐπαναστάσεις καὶ οἱ εὐεργετηθέντες ὐπ’ αὐτοῦ ἐχθροὶ ἔσονται

αὐτοῦ, καὶ οἷς δωρεὰς παρέξει, ἀμοιβὰς κακὰς παρ’ αὐτῶν ἀντιδέξεται· (10)

ἐν ἄλλοις δέ τισιν εὐτυχήσει καὶ βίος ἄρκιος ἔσται αὐτῷ, καὶ πρὸς μὲν

τὴν γνησίαν γαμετὴν ἀστατήσει, πρὸς δὲ τὰ μοιχικὰ ἐπιτευκτικὸς ἔσται.

Ὁ Ζεὺς Ἑρμῆν διαμετρῶν, φαῦλος καὶ μάλιστα τοῖς δικολόγοις καὶ

ῥήτορσι· ποιεῖ γὰρ ὄχλων ἐπαναστάσεις καὶ ὀργὰς καὶ διαβολὰς πρὸς

μείζονας ἔκ τινων βασκάνων· ὄψονται καὶ ἀδελφῶν θανάτους καὶ δίκας (15)

ἕξουσι πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς κατὰ γένος προσήκοντας.

[Ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ πῆξιν ταῦτα τὰ σχήματα ἀποτελεστικὰ

γίνεται ἀλλὰ καὶ κατὰ τὰς ἐπεμβάσεις, οἷον κατὰ πῆξιν ἦν Ἥλιος Σκορ-

πίῳ, Ἄρης Παρθένῳ, κατὰ δὲ ἐπέμβασιν γενόμενος Ἄρης Ταύρῳ διέ-

τεμε τὸν κατὰ πῆξιν Ἥλιον, καὶ ἐδήλωσε κίνδυνον ἀφ’ ὕψους ἢ πυρός]. (20)

Ὁ Ζεὺς Σελήνην διαμετρῶν εἰ μὲν αὐξιφωτοῦσα προεδρίαν καὶ βίον

διδοῖ καὶ ἐπίσημον καὶ ἀρχικὸν σημαίνει,

Ἤθεσιν ὁρμητήν τε καὶ οὐκ εἴκοντά περ ἄλλῳ. (23t)

ταῦτα δὲ ποιεῖ κατ’ ἐξοχὴν ἡνίκα ἡ Σελήνη ἐλαττόνων ἐστὶ μοιρῶν, ὁ (24)

δὲ Ζεὺς πλειόνων· εἰ δὲ λειψιφωτοῦσα, δεινόν, τὰ γὰρ εἰρημένα πάντα (25)

μειοῖ, καὶ ἄλλα δὲ ἐναντιώματα καὶ σφάλματα σημαίνει.

Ὁ Ἄρης Ἥλιον διαμετρῶν ἐν ἡμερινῇ γενέσει βιαιοθανάτους ποιεῖ ἢ

καὶ τὰς τοῦ πατρὸς ὄψεις σινοῖ, τῇ δὲ γενέσει κινδύνους ἀφ’ ὕψους

καὶ ἐναντιώσεις ποιεῖ πολλάς· ἐν δὲ νυκτὶ ἀδρανεῖς ποιεῖ καὶ τῷ βίῳ

ἐκπτώτους. (30)

Ὁ Ἄρης διαμετρῶν Ἀφροδίτην, ῥέμβους καὶ ἀστάτους ποιεῖ· βάσκα-

νον δὲ ἡ Ἀφροδίτη εἰς γάμον καὶ τέκνα· εἰ δὲ καὶ ἐν τροπικῷ, τοιαῦτα

ποιεῖ ἃ καὶ τετράγωνοι ὄντες γίνονται γὰρ πλαστογράφοι, καὶ τῶν

φαρμακείων συνίστορες· ἀεί τε δανείοις καὶ ἐγγύαις ὑποπίπτουσιν καὶ

πίστιν δικαίαν ἀποστέργουσιν, ὧν ἕνεκα καὶ παρ’ ἡγεμόνων κρίνονται καὶ

(212.) φόβους ὑφίστανται· ἄλλοι τῆς πατρίδος ἐξελαύνονται, καὶ μᾶλλον ἡνίκα

ὁ Ἑρμῆς ἐστι ἐν ὁρίοις Κρόνου ἢ ζῳδίῳ ἢ ἐν ἰδίοις ὁρίοις ἢ ζῳδίῳ.

Ὁ Ἄρης Σελήνην διαμετρῶν ὀλιγοχρονίους ποιεῖ ἢ κινδύνοις περι-

πίπτοντας, τινὲς μὲν ἄγαμοι, τινὲς δὲ τὰς γυναῖκας θάπτουσιν· τούτοις

ὁ Ἑρμῆς ἐστι ἐν ὁρίοις Κρόνου ἢ ζῳδίῳ ἢ ἐν ἰδίοις ὁρίοις ἢ ζῳδίῳ.

Ὁ Ἄρης Σελήνην διαμετρῶν ὀλιγοχρονίους ποιεῖ ἢ κινδύνοις περι-

πίπτοντας, τινὲς μὲν ἄγαμοι, τινὲς δὲ τὰς γυναῖκας θάπτουσιν· τούτοις

καὶ ἡ τελευτὴ δεινή, ἢ γὰρ μανίας ἢ τομὰς ὁ Ἄρης ποιεῖ. (5)

Ἡ Ἀφροδίτη Σελήνην διαμετροῦσα τὰ πρὸς γάμον οὐκ ἀγαθά· ἢ

γὰρ οὐ διδοῖ τέκνα ἢ παρέχουσα ταῦτα θανατοῖ ἢ ἄλλως πως ἀποστερεῖ·

ἕνεκα δὲ τῶν γυναικῶν αὐτῶν ὕβρεις καὶ θλίψεις καὶ βλάβας πάσχουσι,

καθόλου γὰρ Σελήνη καὶ Ἀφροδίτη τετράγωνοι ἢ διάμετροι ἐπὶ

παντὸς πράγματος ζηλοτυπίαν παρέχουσιν. (10)

Ὁ Ἑρμῆς Σελήνην διαμετρῶν ἀπὸ πλήθους καὶ δήμου στάσεις

ἐγείρει καὶ κραυγάς, καὶ ἐν λόγοις ἀθαρσεῖς ποιεῖ. [ὅσα δὲ δηλοῦσι τρί-

γωνοι πρὸς ἀλλήλους οἱ ἀστέρες, τοσαῦτα καὶ ἑξάγωνοι ὄντες πλὴν

ἀσθενέστερα καὶ ἥττονα ποιοῦσιν].

Ἡ Σελήνη Ἥλιον διαμετροῦσα ὄλβου καὶ δόξης παραίτιος γίνεται. (15)

καθόλου δὲ πᾶς ἀστὴρ τὸν ἴδιον οἶκον διαμετρῶν ἃ παρέχει αὐτὸς

πάντα ἀφ’ ἑαυτοῦ μειοῖ.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved