Αντίοχος των Αθηνών: Το τελευταίο διαθέσιμο αστρολογικό κείμενο

Antiochus Astrol., Fragmentum apotelesmaticum {1144.005}
Δέσποινα Γιαννακοπούλου
Αντίοχος των Αθηνών: Το τελευταίο διαθέσιμο αστρολογικό κείμενο

Το παρακάτω απόσπασμα είναι το τελευταίο, απ' τα οποία διαθέτουμε, όσον αφορά στα αστρολογικά κείμενα, που είχε γράψει ο Αντίοχος ο Αθηναίος. Επεξήγηση όρων δε χρειάζεται, καθώς έχει γίνει στα προηγούμενα δύο αποσπάσματα.

Antiochus Astrol., Fragmentum apotelesmaticum {1144.005}

11,2.

(109.) Τὰ ἐκτός. Antiochi [Porphyrii]. (1t)

Ἐκ δὲ τῶν ἐκτὸς Κρόνος μὲν ἄρχει χρονίων πραγμάτων, ὑγρό- (2)

τητός τε καὶ ψύξεως καὶ παλαιῶν ἔργων καὶ ἀποθησαυρισμῶν,

θεμελίων τε καὶ ἐγγείων, ἀρχαίων τε καὶ πρεσβυτέρων καὶ ἀσπέρ-

μων καὶ ἀτέκνων προσώπων, πλεόντων τελειότητος καὶ βαθείας (5)

πονηρίας καὶ ἐνδομυχίας καὶ συκοφαντίας καὶ βασκανίας καὶ

φθόνου καὶ μόχθου καὶ βλοσυρότητος, καὶ εἱργμῶν καὶ κακοτρο-

φίας καὶ βδελυρίας καὶ πάσης στυγνότητος καὶ βασάνων. ἐξ ὧν,

ἐν μὲν ἰδίοις τόποις χρηματίσας καὶ καλῶς καὶ λαμπήναις σχη-

ματισθεὶς πρὸς τὴν γένεσιν ὠφελεῖ ἀπ’ ἀλλοτρίας βλάβης τὰς (10)

αὐξήσεις προσάγων· κακῶς δὲ σχηματισθεὶς μόχθους καὶ συμ-

φορὰς ἐπάγει. καλεῖται δὲ Φαίνων.

Ὁ δὲ τοῦ Διὸς ἡγεῖται μεγαλοπρεπείας καὶ δόξης, σεμνότητος,

ἀπολαύσεώς τε καὶ εὐτροφίας, ἀρχῆς τε καὶ τιμῆς, εὐτεκνίας τε

καὶ τῆς παρ’ ἡγεμόσι καὶ ὄχλοις ἀποδοχῆς· καλεῖται δὲ Φαέθων. (15)

Ὁ δὲ τοῦ Ἄρεος διάπυρός τέ ἐστι καὶ αἱματώδης, καυτηρίῳ τε

προσόμοιος ὤν. ἀφηγεῖται γὰρ τοῦ ἐν ἡμῖν θερμοτάτου αἵματος,

(110.) ὡς εἴρηται, καὶ σπερματικῆς ὀρμῆς καὶ γυναικείων συλλήψεων

καὶ κινδύνων καὶ θυμοῦ καὶ ὀργῆς καὶ θράσους καὶ βίας, παρα-

βόλων πραγμάτων καὶ παθῶν ὀξέων, στρατείας τε καὶ πολέμου

καὶ σιδήρου χρήσεως καὶ τραυμάτων καὶ πάντων τῶν μετ’ ὠκύ-

τητος καὶ ἐκπλήξεως γινομένων. καλεῖται δὲ Πυρόεις. (5)

Ὁ δὲ Ἥλιος πνεύματος ἄρχει καὶ τῆς ἐν ἡμῖν αἰσθητικῆς ψυ-

χῆς καὶ κινήσεως πνευματικῆς καὶ πατρικοῦ ἢ ἡγεμονικοῦ προ-

σώπου.

Ὁ δὲ τῆς Ἀφροδίτης, παρακείμενος μὲν τῷ Ἡλίῳ, μέγεθός

τε ἔχων καὶ φωτιζόμενος ὑπ’ αὐτοῦ τῇ λαμπηδόνι, ἐπεὶ ὁ μέν, ἅτε (10)

καιομένου πυρός, αἴθαλος ὑπὲρ τὸ ὑποκείμενον ταύτης πλάτος

εὐειδέστατος καὶ καλὸς ὁρᾶται· ὅθεν διὰ μὲν ἱλαρότητα τοῦ φωτὸς

ἄρχει εὐμορφίας, εὐπρεπείας, καθαρότητος, λαμπηδόνος βίου,

εὐκοσμίας, στεφανηφορίας, ἱερατείας, χρυσοφορίας, τρυφερότητος.

διὰ δὲ τὸ συμπαρεῖναι καὶ αὐτὸν τῷ ψυχικῷ τοῦ κόσμου στοι- (15)

χείῳ καὶ συμπαθείας ἀπ’ αὐτοῦ λαμβάνειν αὐγάς, ἄρχει φιλο-

στοργίας, ἔρωτος, ὀρέξεως, γάμου, θρησκείας, εὐμουσίας καὶ τῶν

κοσμικῶν ἀρχῶν καὶ θεατρικῶν, τῶν τε συνοίκων καὶ θηλυκῶν

προσώπων, μητρός, ἀδελφῆς καὶ θυγατρός. καλεῖται δὲ Φωσφόρος.

Ὁ δὲ τοῦ Ἑρμοῦ συναπτόμενος τῷ Ἡλίῳ παλμώδης μὲν φαί- (20)

νεται καὶ σπανιώτερον ὁρᾶται, ἆσσον [δὲ] ἀεὶ τῆς τοῦ Ἡλίου

προσαυγῆς τεταγμένος καὶ πλειστάκις ἀνατέλλων καὶ δύνων ὑπὸ

τὰς αὐγάς. ἄρχει γάρ, οἷα δὴ τῷ ἡγεμονικῷ παρακείμενος ψυ-

χικῆς κινήσεως ἄρχοντι στοιχείῳ, φρονήσεως καὶ λόγου καὶ

ἐπιστήμης, καὶ ὅσα λόγῳ διοικεῖται, παιδείας, ἐμπορείας, πραγ- (25)

ματείας, φιλίας, κοινωνίας, συναλλάγματος, ἑταιρείας, ὑπηρεσίας,

ἔτι δὲ καὶ νεωτέρων προσώπων, τέκνων τε καὶ θρεμμάτων. καλεῖ-

ται δὲ Στίλβων.

(111.) Ἡ δὲ Σελήνη περιγειοτάτη ὑπάρχουσα καὶ τὰς πάντων ἀπορ-

ροίας δεχομένη τῷ ἑαυτῆς μεγέθει καὶ διακονοῦσα πρὸς τὴν

<γῆν> ὑποκειμένην, ἄρχει τοῦ παντὸς ἡμῶν σώματος καὶ τῆς

περὶ αὐτὸ ὑγείας καὶ καταστάσεως καὶ μητρὸς καὶ ἡγεμονικῶν

γυναικῶν. (5)

Ἔχουσι δὲ οὗτοι καὶ τοιαύτας βαφάς· ὁ μὲν Κρόνος βαφῆς

καστοριζούσης ἢ μολυβδίνης· ὁ δὲ Ζεὺς γαλαϊζούσης ἤγουν

πρασίνης ἐπὶ τὸ λευκὸν ῥεπούσης μικρόν· ὁ Ἄρης πυρίνης, φλο-

γίνης ἀληθινῆς· ὁ Ἥλιος χρυσοκιτρίνης· ἡ Ἀφροδίτη λευκῆς·

ὁ Ἑρμῆς κυανῆς· ἡ Σελήνη πρασίνης. (10)

Αἱ δὲ εὐεργεσίαι αὐτῶν αὗται· ὁ Κρόνος δάκρυον, Ζεὺς γένεσιν,

Ἄρης θυμόν, Ἥλιος γέλωτα, Ἑρμῆς λόγον, Σελήνη ὕπνον.

Πηγή: T.L.G.

©2011-2024 Astrology.gr - All rights reserved